- 텍스트

Plato, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Ἐπίνομις?

(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Ἐπίνομις)

πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν. τὰ μὲν γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν: ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἰή, τοῦτο οὔτε εἴπομεν οὔτε ηὑρ´ομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν:

σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους. ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ. πολλοὶ γὰρ δὴ προστυχεῖς τῷ βίῳ γιγνόμενοι τὸν αὐτὸν λόγον φέρουσιν, ὡς οὐκ ἔσται μακάριον τὸ τῶν ἀνθρώπων γένος οὐδ εὔδαιμον.

ἕπου δὴ καὶ σύνιδε ἄν σοι δοκῶ κἀγὼ μετ αὐτῶν καλῶς τοῦ τοιούτου πέρι λέγειν. οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσιν γενέσθαι πλὴν ὀλίγων - μέχριπερ ἂν ζῶμεν τοῦτο διορίζομαι: καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων ὧν ἕνεκά τις προθυμοῖτ ἂν ζῶν τε ὡς κάλλιστ ἂν ζῆν κατὰ δύναμιν καὶ τελευτήσας τελευτῆς τοιαύτης τυχεῖν - λέγω δ οὐδὲν σοφόν, ἀλλ ὅπερ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι γιγνώσκομέν τινα τρόπον, ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ: πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ αὖ τὸ γίγνεσθαι, καὶ ἔτι τὸ τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων ταῦτα γίγνεσθαι σύμπαντα, ὥς φαμεν ἅπαντες.

καὶ χρόνος βραχὺς ἄν τις εἰή πρὸς λογισμὸν μή τοι τῶν μοχθηρῶν, ἀλλ ὃ πᾶς ἂν ὑπολάβοι μέτριον.

οὗτος δὲ σχεδὸν ἀναπνοὴν δοκεῖ ποιεῖν τινα κατὰ μέσον πῃ βίον τὸν ἀνθρώπινον: ταχύ γε μὴν ἐπιλαβὸν γῆρας ὁντινοῦν ποιήσει ἂν μήποτ ἐθελῆσαι πάλιν ἀναβιῶναι, λογισάμενον τὸν βεβιωμένον ἑαυτῷ βίον, ὅστις μὴ τυγχάνει παιδικῆς δόξης μεστὸς ὤν. τούτων δὴ τί ποτέ μοι τεκμήριον· ὅτι πέφυκεν ταύτῃ τὸ νῦν ζητούμενον τῷ λόγῳ. ζητοῦμεν δὲ δὴ τίνα τρόπον σοφοὶ γενησόμεθα, ὡς οὔσης τινὸς ἑκάστοις ταύτης τῆς δυνάμεως: ἡ δὲ φυγῇ φεύγει τότε ὅταν τις πρός τινα φρόνησιν ἰῄ τῶν λεγομένων τεχνῶν ἢ φρονήσεων ἤ τινων ἄλλων τοιούτων ὡς οἰόμεθα ἐπιστημῶν, ὡς ἀξίας τούτων οὐδεμιᾶς οὔσης ἐπίκλησιν ῥηθῆναι τῆς περὶ ταῦτα σοφίας τἀνθρώπινα, τῆς δὲ ψυχῆς σφόδρα πεποιθυίας καὶ μαντευομένης ὡς οὔσης αὐτῇ κατά τινα φύσιν ταύτης, τίς δέ ἐστιν καὶ πότε καὶ πῶς, οὐ πάνυ δυναμένης ἐξευρίσκειν.

ἆρ οὐ τούτῳ σφόδρα προσέοιχ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις, πλείων τῆς ἐλπίδος ἑκάστῳ γιγνομένη τῶν ὅσοι ἐν ἡμῖν δυνατοὶ γίγνονται φρονίμως αὑτοὺς ἄλλους τε ἐξετάσαι συμφώνως διὰ λόγων πάντων καὶ πάντῃ λεγομένων·

ταῦτα οὐχ οὕτως ἢ ταύτῃ συμφήσομεν ἔχειν· συμφήσομεν ἐπ ἐλπίδι σοι ἴσως ταῦτ, ὦ ξένε, τῇ μετὰ σοῦ κατὰ χρόνον ἂν γενομένῃ, δοξάσαι περὶ αὐτῶν εἰς αὖθις τὸ ἀληθέστατον. τὰς ἄλλας τοίνυν ὅσαι ἐπιστῆμαι μέν εἰσιν λεγόμεναι, σοφὸν δὲ οὐκ ἀποτελοῦσιν τὸν λαμβάνοντά τε αὐτὰς καὶ ἔχοντα, πρῶτον διεξιτέον, ὅπως ταύτας ἐκποδὼν θέμενοι, πειρώμεθα ἐκείνας ὧν δεόμεθα παραθέσθαι τε καὶ παραθέμενοι μανθάνειν.

ὡς εἰσὶ μὲν ἀναγκαιόταται σχεδὸν ἀληθῶς τε πρῶται, ὁ δὲ ἐπιστήμων αὐτῶν γιγνόμενος, εἰ καὶ κατ ἀρχὰς ἔδοξέν τις εἶναί ποτε σοφός, οὔκουν νῦν γε οὔτε σοφὸς εἶναι δοξάζεται ὀνείδη τε ἴσχει μᾶλλον ἀπὸ τῆς τοιαύτης ἐπιστήμης.

ἐροῦμεν δὴ αἵ τ εἰσὶν καὶ ὅτι πᾶς ἀνὴρ αὐτάς, σχεδὸν ὅσοις ἀγὼν πρόκειται τοῦ δοκεῖν ὡς ἄριστον ἄνδρα συμβῆναι γενόμενον ἄν, φεύγει διὰ τὰς κτήσεις τῆς φρονήσεώς τε καὶ ἐπιτηδεύσεως.

ἔστω δὴ πρῶτον μὲν ἡ τῆς ἀλληλοφαγίας τῶν ζῴων ἡμᾶς τῶν μέν, ὡς ὁ μῦθός ἐστιν, τὸ παράπαν ἀποστήσασα, τῶν δὲ εἰς τὴν νόμιμον ἐδωδὴν καταστήσασα. ἵλεῳ δ ἡμῖν οἱ πρόσθεν εἰήσάν τε καὶ εἰσίν - οἵτινες μὲν γὰρ οὖν ἐλέγομεν, πρῶτοι χαιρέτωσαν - ἡ δ οὖν ἀλφίτων τε καὶ ἀλεύρων ποίησις ἅμα καὶ τροφὴ καλὴ μὲν καὶ ἀγαθή, σοφὸν δὲ ἄνδρα τελέως οὐκ ἐθελήσει ποτὲ ἀπεργάσασθαι: τοῦτο γὰρ αὐτό, ἡ τῆς ποιήσεως ἐπίκλησις, τῶν ποιουμένων αὐτῶν δυσχέρειαν ἀπεργάζοιτ ἄν.

σχεδὸν δ οὐδὲ χώρας συμπάσης γεωργία: οὐ γὰρ τέχνῃ ἀλλὰ φύσει κατὰ θεὸν πάντες φαινόμεθα γῆν μετακεχειρίσθαι. καὶ μὴν οὐδ ἡ τῶν οἰκήσεών γε συνυφὴ καὶ σύμπασα οἰκοδομία καὶ σκευῶν πάντων ἀπεργαστική, χαλκεία τε καὶ ἡ τῶν τεκτονικῶν καὶ πλαστικῶν καὶ πλεκτικῶν καὶ ἔτι συμπάντων ὀργάνων παρασκευή, δήμῳ τὸ πρόσφορον ἔχουσα, ἀλλ οὐκ ἐπ ἀρετῇ λεγομένη. καὶ μὴν οὐδ ἡ σύμπασα θηρευτική, πολλή περ καὶ τεχνικὴ γεγονυῖα, τό γε μεγαλοπρεπὲς σὺν τῷ σοφῷ οὐκ ἀποδίδωσιν.

οὐ μὴν οὐδὲ μαντική γε οὐδ ἑρμηνευτικὴ τὸ παράπαν: τὸ λεγόμενον γὰρ οἶδεν μόνον, εἰ δ ἀληθές, οὐκ ἔμαθεν. ὅτε δὴ τὴν τῶν ἀναγκαίων ὁρῶμεν κτῆσιν διὰ τέχνης μὲν ἀπεργαζομένην, τούτων δὲ οὐδεμίαν οὐδένα σοφὸν ποιοῦσαν, τό γε μετὰ τοῦτο παιδιά τις ἂν λείποιτο, μιμητικὴ μὲν τὸ πλεῖστον ἀλλ οὐδαμῇ σπουδαία.

πολλοῖς μὲν γὰρ ὀργάνοις μιμοῦνται, πολλοῖς δ αὐτῶν τῶν σωμάτων οὐ πάντως εὐσχήμοσι μιμήμασιν, τά τε κατὰ λόγους καὶ μοῦσαν πᾶσαν, καὶ ὅσων γραφικὴ μήτηρ, πολλῶν καὶ παντοίων ποικιλμάτων ἀποτελουμένων ἐν πολλοῖς ὑγροῖς καὶ ξηροῖς γένεσιν: ὧν σοφὸν οὐδένα εἰς οὐδὲν σπουδῇ τῇ μεγίστῃ δημιουργοῦντα ἡ μιμητικὴ παρέχεται.

πάντων δ ἐξειργασμένων τὸ λοιπὸν βοήθεια γίγνοιτ ἂν μυρία μυρίοις, ἡ μὲν μεγίστη τε καὶ εἰς πλεῖστα πολεμικὴ κληθεῖσα, στρατηγικὴ τέχνη, εὐδοκιμωτάτη πρὸς χρείαν, εὐτυχίας πλείστης δεομένη, μᾶλλον δὲ ἀνδρείᾳ κατὰ φύσιν ἢ σοφίᾳ δεδομένη.

ἣν δὲ καλοῦσι μὲν ἰατρικήν, βοήθεια δέ που καὶ αὕτη σχεδὸν ὅσων ὡρ῀αι ψύχει καὶ καύματι ἀκαίρῳ καὶ πᾶσι τοῖς τοιούτοις ληίζονται τὴν τῶν ζῴων φύσιν.

εὐδόκιμον δὲ οὐδὲν τούτων εἰς σοφίαν τὴν ἀληθεστάτην: ἄμετρα γὰρ δόξαις φορεῖται τοπαζόμενα. βοηθοὺς δέ που καὶ τοὺς κυβερνήτας ἅμα καὶ τοὺς ναύτας ἐροῦμεν, καὶ τούτων ἄνδρα σοφὸν μηδένα τις ἡμᾶς παραμυθούμενος ἐξ ἁπάντων διαγγελλέτω: οὐδὲ φιλίαν, ὃ προσφιλὲς ἁπάσῃ κυβερνητικῇ.

καὶ μὴν οὐδ ὁπόσοι βοηθοὶ δίκαις ἐν τῇ τοῦ λέγειν ῥώμῃ φασὶ γίγνεσθαι, μνήμῃ καὶ τριβῇ δόξης ἤθεσιν προσέχοντες τὸν νοῦν, ἀληθείας δὲ τῶν ὄντως δικαίων ἐκτὸς παρεσφαλμένοι. λοιπὴ δ ἔτι πρὸς δόξαν σοφίας ἐστίν τις ἄτοπος δύναμις, ἣν φύσιν ἂν οἱ πολλοὶ μᾶλλον ἢ σοφίαν ὀνομάσειαν, τότε ὅταν τινά τις συννοῇ ῥᾳδίως μὲν ὅτιπερ ἂν μανθάνῃ μανθάνοντα, μάλα δὲ πολλὰ καὶ ἀσφαλῶς μνημονεύοντα, ὅταν τε τὸ πρόσφορον ἑκάστῳ διαμνημονεύῃ τις, ὅτι γιγνόμενον ἂν πρέποι, τοῦτο δὲ ταχὺ δρᾷ:

ταῦτα γὰρ ἅπαντα οἱ μὲν φύσιν, οἱ δὲ σοφίαν, οἱ δὲ ἀγχίνοιαν θήσουσιν φύσεως, σοφὸν δὲ ὄντως οὐδενὶ τούτων οὐδεὶς τῶν ἐμφρόνων ἐθελήσει ποτὲ καλεῖν.

ἀλλὰ μὴν δεῖ φανῆναί γέ τινα ἐπιστήμην ἣν ἔχων σοφὸς γίγνοιτ ἂν ὁ σοφὸς ὄντως ὢν καὶ μὴ μόνον δοξαζόμενος.

ἴδωμεν δή. χαλεπῷ μὲν γὰρ λόγῳ παντάπασιν ἐπιχειροῦμεν, ἑτέραν πάρεξ τῶν εἰρημένων εὑρεῖν, ἣ σοφία μὲν λέγοιτ ἂν ὄντως τε καὶ εἰκότως, ὁ δὲ λαβὼν οὔτε βάναυσος οὔτ ἠλίθιος ἔσται, σοφὸς δὲ καὶ ἀγαθὸς δι αὐτὴν πολίτης τε καὶ ἄρχων καὶ ἀρχόμενος ἐνδίκως ἔσται πόλεως ἅμα καὶ ἐμμελής. κατίδωμεν δὴ ταύτην πρώτην, τίς ποτ ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐπιστήμη μία διεξελθοῦσα ἢ μὴ παραγενομένη τῶν νῦν παρουσῶν ἀνοητότατον ἂν καὶ ἀφρονέστατον παράσχοιτο ζῷον τὸ τῶν ἀνθρώπων. οὐ δὴ τοῦτό γε πάνυ χαλεπὸν τὸ κατιδεῖν.

μία γὰρ ὡς εἰπεῖν πρὸς μίαν ἡ τὸν ἀριθμὸν δοῦσα παντὶ τῷ θνητῷ γένει τοῦτ ἂν δράσειεν: θεὸν δ αὐτὸν μᾶλλον ἤ τινα τύχην ἡγοῦμαι δόντα ἡμῖν σῴζειν ἡμᾶς.

ὃν δὲ θεὸν ἡγοῦμαι, φράζειν χρή, καίπερ ἄτοπον ὄντα, καί πως οὐκ ἄτοπον αὖ: πῶς γὰρ τὸ ἀγαθῶν αἴτιον ἡμῖν συμπάντων οὐ καὶ τοῦ πολὺ μεγίστου, τῆς φρονήσεως, αἴτιον ἡγεῖσθαι δεῖ γεγονέναι· τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλέ τε καὶ Κλεινία·

σχεδὸν Οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς σύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ. τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν: δοῦναι δὲ ἅμα καὶ ἀριθμὸν ἡμεῖς γε ὄντως αὐτόν φαμεν, ἔτι δὲ καὶ δώσειν, ἐάν τις θέλῃ συνακολουθεῖν. ἐὰν γὰρ ἰῄ τις ἐπὶ θεωρίαν ὀρθὴν τὴν τοῦδε, εἴτε κόσμον εἴτε ὄλυμπον εἴτε οὐρανὸν ἐν ἡδονῇ τῳ λέγειν, λεγέτω μέν, ἀκολουθείτω δὲ ὅπῃ ποικίλλων αὑτὸν καὶ τὰ ἐν αὑτῷ στρέφων ἄστρα πάσας διεξόδους ὡρ´ας τε καὶ τροφὴν πᾶσιν παρέχεται. καὶ τὴν ἄλλην δὲ οὖν φρόνησιν, ὡς φαῖμεν ἄν, σὺν ἀριθμῷ παντί, καὶ τἆλλ ἀγαθά:

τοῦτο δὲ μέγιστον, ἐάν τις τὴν ἀριθμῶν αὐτοῦ δόσιν δεξάμενος ἐπεξέλθῃ πᾶσαν τὴν περίοδον. ἔτι δὲ σμικρὸν ἐπανελθόντες πως τοῖς λόγοις ἀναμνησθῶμεν ὅτι καὶ μάλ ὀρθῶς ἐνοήσαμεν ὡς, εἴπερ ἀριθμὸν ἐκ τῆς ἀνθρωπίνης φύσεως ἐξέλοιμεν, οὐκ ἄν ποτέ τι φρόνιμοι γενοίμεθα.

οὐ γὰρ ἂν ἔτι ποτὲ ψυχὴ τούτου τοῦ ζῴου πᾶσαν ἀρετὴν λάβοι σχεδόν, ὅτου λόγος ἀπείη:

ζῷον δὲ ὅτι μὴ γιγνώσκοι δύο καὶ τρία μηδὲ περιττὸν μηδὲ ἄρτιον, ἀγνοοῖ δὲ τὸ παράπαν ἀριθμόν, οὐκ ἄν ποτε διδόναι λόγον ἔχοι περὶ ὧν αἰσθήσεις καὶ μνήμας ἔχοι μόνον εἰή κεκτημένον, τὴν δὲ ἄλλην ἀρετήν, ἀνδρείαν καὶ σωφροσύνην, οὐδὲν ἀποκωλύει. στερόμενος δὲ ἀληθοῦς λόγου σοφὸς οὐκ ἄν ποτε γένοιτο, ὅτῳ δὲ σοφία μὴ προσείη, πάσης ἀρετῆς τὸ μέγιστον μέρος, οὐκ ἂν ἔτι τελέως ἀγαθὸς γενόμενος εὐδαίμων ποτὲ γένοιτο.

οὕτως ἀριθμὸν μὲν ἀνάγκη πᾶσα ὑποτίθεσθαι: διότι δὲ τοῦτο ἀνάγκη, λόγος ἔτι πλείων πάντων γίγνοιτ ἂν τῶν εἰρημένων. τέχνας, οὐδὲ τούτων ἓν οὐδὲν μένει, πάντα δ ἀπολείπεται τὸ παράπαν, ὅταν ἀριθμητικήν τις ἀνέλῃ.

ὄντως, οὐκ ἂν ἔτι πᾶς ἄν τις γνοίη σύμπαντα ἀριθμὸν ὅσης ἡμῖν δυνάμεως αἴτιος ἂν εἰή συγγιγνόμενος - ἐπεὶ καὶ τὰ κατὰ μουσικὴν πᾶσαν διαριθμουμένων κινήσεώς τε καὶ φθόγγων δῆλον ὅτι δεῖ - καὶ τὸ μέγιστον, ἀγαθῶν ὡς πάντων αἴτιον, ὅτι δὲ κακῶν οὐδενός, εὖ τοῦτο γνωστέον, ὃ καὶ τάχα γένοιτ ἄν.

ἀλλ ἡ σχεδὸν ἀλόγιστός τε καὶ ἄτακτος ἀσχήμων τε καὶ ἄρρυθμος ἀνάρμοστός τε φορά, καὶ πάνθ ὁπόσα κακοῦ κεκοινώνηκέν τινος, ἐπιλέλειπται παντὸς ἀριθμοῦ, καὶ δεῖ τοῦθ οὕτω διανοεῖσθαι τὸν μέλλοντα εὐδαίμονα τελευτήσειν: καὶ τό γε δὴ δίκαιόν τε καὶ ἀγαθὸν καὶ καλὸν καὶ πάντα τὰ τοιαῦτα οὐδείς ποτε μὴ γιγνώσκων, ἀληθοῦς δόξης ἐπιλαβόμενος, διαριθμήσεται πρὸς τὸ ἑαυτόν τε καὶ ἕτερον πεῖσαι τὸ παράπαν.

ἰώμεν δὴ σκεψόμενοι πρὸς τοῦτ αὐτό, πῶς ἐμάθομεν ἀριθμεῖν.

φέρε: τὸ γὰρ ἓν δὴ καὶ δύο γέγονε πόθεν ἡμῖν ὥστ ἐννοῆσαι, φύσιν ταύτην ἔχουσιν ἐκ τοῦ παντὸς πρὸς τὸ δυνατοὺς ἐννοεῖν εἶναι· πολλοῖς δὲ ἄλλοις αὖ τῶν ζῴων οὐδ εἰς αὐτὸ τοῦθ ἡ φύσις παραγέγονεν, ὥστε μαθεῖν δυνατοῖς εἶναι παρὰ τοῦ πατρὸς ἀριθμεῖν, παρὰ δ ἡμῖν τοῦτ αὐτὸ πρῶτον ἐνῴκισεν ὁ θεός, ὥστε ἱκανοῖς εἶναι δεικνύμενον συννοεῖν, ἔπειτ ἔδειξεν καὶ δείκνυσιν:

ὧν τί κάλλιον ἓν ἑνὸς ἄν τις θεάσαιτο πλὴν τὸ τῆς ἡμέρας γένος, εἶτα εἰς τὸ τῆς νυκτὸς ἔλθοι μέρος ἔχων ὄψιν, ὅθεν ἕτερον πᾶν αὐτῷ φαίνοιτ ἄν· καὶ ἑλίττων δὴ ταῦτα αὐτὰ ὅταν μὴ παύηται πολλὰς μὲν νύκτας, πολλὰς δὲ ἡμέρας ἃς οὐρανός, οὐδέποτε παύεται διδάσκων ἀνθρώπους ἕν τε καὶ δύο, πρὶν ἂν καὶ ὁ δυσμαθέστατος ἱκανῶς μάθῃ ἀριθμεῖν:

ὡς γὰρ καὶ τρία καὶ τέτταρα καὶ πολλά, ἕκαστος ἡμῶν ἐπινοήσειεν ἂν ὁρῶν ταῦτα. καὶ ἐκ τούτων ἓν ἐποίησεν τὴν σελήνην ὁ θεὸς ἀπεργασάμενος, ἣ τοτὲ μὲν μείζων φαινομένη, τοτὲ δ ἐλάττων, διεξῆλθεν ἄλλην ἀεὶ φαίνουσα ἡμέραν, μέχρι πεντεκαίδεκα ἡμερῶν καὶ νυκτῶν: αὕτη δ ἔστιν περίοδος, εἰ βούλεταί τις τὸν κύκλον ἕνα ὅλον εἰς ἓν τιθέναι, ὥστε ὡς ἔπος εἰπεῖν καὶ τὸ δυσμαθέστατον ἂν μαθεῖν ζῷον, οἷς παρέδωκεν φύσιν ὁ θεὸς τοῦ δυνατοῖς εἶναι μανθάνειν.

καὶ μέχρι μὲν τούτων τε καὶ ἐν τούτοις σύμπαν τὸ δυνατὸν τῶν ζῴων μάλα ἀριθμητικὸν γέγονε, τὸ καθ ἓν αὐτὸ σκοποῦν: τὸ δὲ πρὸς ἄλληλα πάντα ἀριθμὸν ἀεὶ λογίζεσθαι, δοκῶ μὲν μείζονος ἕνεκα, καὶ τούτου δὲ σελήνην, καθάπερ εἴπομεν, αὐξανομένην καὶ φθίνουσαν ἐμποιήσας, μῆνας πρὸς τὸν ἐνιαυτὸν συνεστήσατο, καὶ πάντα ἀριθμὸν πρὸς ἀριθμὸν ἤρξατο συνορᾶν εὐδαίμονι τύχῃ.

διὰ δὲ ταῦθ ἡμῖν καρποί τε καὶ ἐγκύμων ἡ γῆ γέγονεν, ὥστ εἶναι τροφὴν πᾶσι τοῖς ζῴοις, ἀνέμων τε καὶ ὑετῶν γιγνομένων οὐκ ἐξαισίων οὐδὲ ἀμέτρων: ἀλλ εἴ τι παρὰ ταῦτα γίγνεται πρὸς τὸ φλαῦρον, οὐ τὴν θείαν ἀλλὰ τὴν ἀνθρωπίνην αἰτιᾶσθαι χρὴ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν τὸν αὑτῶν βίον. ἡμῖν δ οὖν ζητοῦσιν περὶ νόμων σχεδὸν ἔδοξεν τὰ μὲν ἄλλα ῥᾴδιά τ εἶναι γνῶναι τὰ βέλτιστα ἀνθρώποις, καὶ πᾶς ἂν ἱκανὸς γίγνεσθαι καὶ συνεῖναι τὰ λεγόμενα καὶ ποιεῖν, εἰ γνοίη τί ποτ ἔστιν ὃ συμφέρειν εἰκὸς καὶ τί τὸ μὴ συμφέρον:

ἔδοξε δὴ καὶ νῦν ἔτι δοκεῖ τὰ μὲν ἄλλα ἐπιτηδεύματα πάντα οὐ σφόδρα χαλεπὰ εἶναι, τὸ δὲ τίνα τρόπον χρὴ γίγνεσθαι χρηστοὺς ἀνθρώπους παγχάλεπον. καὶ τὰ μὲν ἄλλα αὖ πάντα κτᾶσθαι χρηστά, τὸ λεγόμενόν τε, καὶ δυνατὸν καὶ οὐ χαλεπόν, οὐσίαν τε ὅσην δεῖ καὶ μὴ δεῖ, καὶ σῶμα οἱό῀ν τε δεῖ καὶ μή:

καὶ ψυχὴν ὅτι μὲν ἀγαθὴν δεῖ, συγχωρεῖ πᾶς παντί, τὸ δ ὅντινα τρόπον ἀγαθήν, ὅτι μὲν αὖ δικαίαν καὶ σώφρονα καὶ ἀνδρείαν, καὶ ταῦτα, ὅτι δὲ σοφήν, φησὶ μὲν πᾶς δεῖν, ἥντινα δὲ σοφίαν, ὡς ἄρτι διεληλύθαμεν, οὐδεὶς οὐδενὶ τὸ παράπαν ἔτι συνομολογεῖ τῶν πολλῶν. νῦν οὖν δὴ παρὰ πάσας τὰς πρόσθεν σοφίας οὐ φαύλην τινὰ ἀνευρίσκομεν εἰς αὐτά γε ταῦτα, τὸ δοκεῖν σοφὸν εἶναι τόν γε μεμαθηκότα ἅπερ καὶ διεληλύθαμεν: εἰ δ ἔστιν σοφὸς ὁ ταῦτ ἐπιστήμων καὶ ἀγαθός, τούτου δὴ πέρι λόγον δεῖ λαβεῖν.

ὦ ξένε, ὡς εἰκότως εἶπες ὅτι περὶ μεγάλων μεγάλα ἐπιχειρεῖς φράζειν. οὐ γὰρ σμικρά, ὦ Κλεινία:

τὸ δὲ χαλεπώτερον, ὅτι παντάπασι καὶ πάντως ἀληθῆ. σφόδρα γε, ὦ ξένε: ἀλλ ὅμως μὴ ἀποκάμῃς λέγων ὃ φῄς. ναί, μηδὲ σφὼ τοίνυν ἀκούοντε. ταῦτ ἔσται: καὶ ὑπὲρ ἀμφοῖν ἐγώ σοι φράζω. καλῶς.

ἐξ ἀρχῆς δὴ ῥητέον ἀνάγκῃ πρῶτον, ὡς φαίνεται, μάλιστα μὲν ἄν, εἰ δυνάμεθα ἑνὶ λαβεῖν ὀνόματι, τίς ἐστιν ἣν οἰόμεθα σοφίαν εἶναι, τοῦτο δ εἰ σφόδρα ἀδυνατοῦμεν, τὸ δεύτερον, τίνες εἰσίν ποτε καὶ ὁπόσαι τινές, ἅς τις λαβὼν σοφὸς ἂν εἰή κατὰ τὸν ἡμέτερον μῦθον. λέγοις ἄν. τὸ δὴ μετὰ τοῦτο ἀνεμέσητον τῷ νομοθέτῃ τὸ κάλλιον τῶν πρότερον εἰρημένων περὶ θεῶν καὶ ἄμεινον ἀπεικάζοντι λέγειν, οἱο῀ν παιδιᾷ καλῇ χρωμένῳ καὶ τιμῶντι θεούς, ὕμνοις τε καὶ εὐδαιμονίᾳ γεραίροντι διάγειν τὸν αὑτοῦ βίον. ἦ καλῶς, ὦ ξένε, λέγεις.

εἰ γάρ σοι τοῦτο τέλος εἰή τῶν νόμων, θεοὺς προσπαίσαντι καθαρώτερον δὲ διαγαγόντι τὸν βίον τῆς ἅμα τελευτῆς ἀρίστης τε καὶ καλλίστης τυχεῖν. πῶς οὖν, ὦ Κλεινία, λέγομεν· ἦ δοκεῖ τοὺς θεοὺς ὑμνοῦντες σφόδρα τιμῶμεν, εὐχόμενοι τὰ κάλλιστα καὶ ἄριστα περὶ αὐτῶν ἐπιέναι λέγειν ἡμῖν· οὕτως ἢ πῶς λέγεις· θαυμαστῶς μὲν οὖν οὕτως.

ἀλλ, ὦ δαιμόνιε, πιστεύσας τοῖς θεοῖς εὔχου τε καὶ λέγε τὸν ἐπιόντα σοι λόγον τῶν καλῶν περὶ τοὺς θεούς τε καὶ τὰς θεάς. ἔσται ταῦτα, ἂν αὐτὸς ὁ θεὸς ἡμῖν ὑφηγῆται. συνεύχου μόνον. λέγοις ἂν τὸ μετὰ τοῦτο. θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἐοίκεν, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ἔμπροσθεν λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λέγων, φράζων ὡς εἰσὶν θεοὶ ἐπιμελούμενοι πάντων, σμικρῶν καὶ μειζόνων, καὶ σχεδὸν ἀπαραμύθητοι τῶν περὶ τὰ δίκαιά εἰσιν πράγματα - εἰ δὴ μέμνησθέ γε, ὦ Κλεινία: ἐλάβετε μὲν γὰρ δὴ καὶ ὑπομνήματα - καὶ γὰρ ἦν τὰ ῥηθέντα τότε καὶ μάλα ἀληθῆ:

τόδε δὲ αὐτῶν ἦν τὸ μέγιστον, ὅτι πρεσβύτερον εἰή ψυχὴ σώματος ἅπασα παντός - ἆρα μέμνησθε· ἢ πάντως που τοῦτό γε· πιθανὸν ὅτι τοῦ νέου καὶ νεωτέρου καὶ ἀτιμοτέρου, πανταχῇ τε ἄρχον ἀρχομένου πρεσβύτερον καὶ ἄγον ἀγομένου πάντῃ.

λάβωμεν δὴ τοῦτό γε, ὡς ψυχὴ πρεσβύτερόν ἐστι σώματος. εἰ δ ἔχει τοῦτο οὕτως, τό γε πρῶτον ἡμῖν τοῦ πρώτου τῆς γενέσεως πιθανώτερον ἂν εἰή σχεδὸν ὑπηργμένον:

καὶ θῶμεν δὴ τὴν ἀρχὴν τῆς ἀρχῆς εὐσχημονέστερον ἔχειν, καὶ τῶν μεγίστων σοφίας περὶ θεῶν γενέσεως ὀρθότατα ἐπιβαίνειν ἡμᾶς. ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα. φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν· ὀρθῶς. ζῷον μὲν δὴ τὸ τοιοῦτον καλεῖται δικαιότατα·

ναί. στερεὰ δὲ σώματα λέγεσθαι χρὴ κατὰ τὸν εἰκότα λόγον πέντε, ἐξ ὧν κάλλιστα καὶ ἄριστά τις ἂν πλάττοι, τὸ δὲ ἄλλο γένος ἅπαν ἔχει μορφὴν μίαν: οὐ γάρ ἐστιν ἀσώματον ὅτι τ ἄλλο γίγνοιτ ἂν καὶ χρῶμα οὐδὲν οὐδαμῶς οὐδέποτ ἔχον, πλὴν τὸ θειότατον ὄντως ψυχῆς γένος. τοῦτο δ ἐστὶ σχεδὸν ᾧ μόνῳ πλάττειν καὶ δημιουργεῖν προσήκει, σώματι δέ, ὃ λέγομεν, πλάττεσθαι καὶ γίγνεσθαι καὶ ὁρᾶσθαι: τῷ δέ - λέγωμεν πάλιν:

οὐ γὰρ ἅπαξ ῥητέον - ἀοράτῳ τε εἶναι καὶ γιγνώσκοντι νοητῷ τε, μνήμης μεταλαβόντι λογισμοῦ τε ἐν περιτταῖς τε καὶ ἀρτίαις ἅμα μεταβολαῖς. πέντε οὖν ὄντων τῶν σωμάτων, πῦρ χρὴ φάναι καὶ ὕδωρ εἶναι καὶ τρίτον ἀέρα, τέταρτον δὲ γῆν, πέμπτον δὲ αἰθέρα, τούτων δ ἐν ἡγεμονίαις ἕκαστον ζῷον πολὺ καὶ παντοδαπὸν ἀποτελεῖσθαι. μαθεῖν δὲ καθ ἓν ὧδ ἔστιν χρεών. γήινον μὲν τιθῶμεν τὸ πρῶτον ἡμῖν ἕν, πάντας μὲν ἀνθρώπους, πάντα δὲ ὅσα πολύποδα καὶ ἄποδα, καὶ ὅσα πορεύσιμα καὶ ὅσα μόνιμα, διειλημμένα ῥίζαις: τὸ δὲ ἓν αὐτοῦ τόδε νομίζειν δεῖ, ὡς πάντα μὲν ἐξ ἁπάντων ταῦτ ἔστιν τῶν γενῶν, τὸ δὲ πολὺ τούτου γῆς ἐστιν καὶ τῆς στερεμνίας φύσεως.

ἄλλο δὲ χρὴ ζῴου γένος θεῖναι δεύτερον γιγνόμενον ἅμα καὶ δυνατὸν ὁρᾶσθαι: τὸ γὰρ πλεῖστον πυρὸς ἔχει, ἔχει μὴν γῆς τε καὶ ἀέρος, ἔχει δὲ καὶ ἁπάντων τῶν ἄλλων βραχέα μέρη, διὸ δὴ ζῷά τε ἐξ αὐτῶν παντοδαπὰ γίγνεσθαι χρὴ φάναι καὶ ὁρώμενα, νομίσαι δὲ δὴ δεῖ πάλιν τὰ κατ οὐρανὸν ζῴων γένη, ὃ δὴ πᾶν χρὴ φάναι θεῖον γένος ἄστρων γεγονέναι, σώματος μὲν τυχὸν καλλίστου, ψυχῆς δ εὐδαιμονεστάτης τε καὶ ἀρίστης. δυοῖν δὲ αὐτοῖς μοιρῶν τὴν ἑτέραν χρὴ δόξῃ μεταδιδόναι σχεδόν:

ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης, ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδέν τι πλείονος ἂν προσδεῖσθαί ποτε.

νοήσωμεν οὖν πρῶτον, ὃ λέγομεν, δύο τὰ τοιαῦτα εἶναι ζῷα - πάλιν γὰρ λέγωμεν - ὁρατὰ μὲν ἀμφότερα, τὸ μὲν ἐκ πυρός, ὡς δόξειεν ἄν, ὅλον, τὸ δ ἐκ γῆς, καὶ τὸ μὲν γήινον ἐν ἀταξίᾳ, τὸ δ ἐκ πυρὸς ἐν τάξει πάσῃ κινούμενον.

τὸ μὲν οὖν ἐν ἀταξίᾳ κινούμενον ἄφρον χρὴ νομίζειν, ὅπερ ὡς τὸ πολὺ δρᾷ τὸ περὶ ἡμᾶς ζῷον, τὸ δὲ ἐν τάξει τε καὶ οὐρανῷ πόρον ἔχον μέγα τεκμήριον χρὴ ποιεῖσθαι τοῦ φρόνιμον εἶναι: κατὰ ταὐτὰ γὰρ ἂν καὶ ὡσαύτως πορευόμενον ἀεὶ καὶ ποιοῦν καὶ πάσχον τεκμήριον ἱκανὸν τοῦ φρονίμως ζῆν εἰή παρεχόμενον.

ἄριστον κατὰ τὸν ἄριστον βουλεύσηται νοῦν, τὸ τέλεον ἐκβαίνει τῷ ὄντι κατὰ νοῦν, καὶ οὐδὲ ἀδάμας ἂν αὐτοῦ κρεῖττον οὐδὲ ἀμεταστροφώτερον ἄν ποτε γένοιτο, ἀλλ ὄντως τρεῖς Μοῖραι κατέχουσαι φυλάττουσι τέλεον εἶναι τὸ βελτίστῃ βουλῇ βεβουλευμένον ἑκάστοις θεῶν.

τοῖς δὲ ἀνθρώποις ἐχρῆν τεκμήριον εἶναι τοῦ νοῦν ἔχειν ἄστρα τε καὶ σύμπασαν ταύτην τὴν διαπορείαν, ὅτι τὰ αὐτὰ ἀεὶ πράττει διὰ τὸ βεβουλευμένα πάλαι πράττειν θαυμαστόν τινα χρόνον ὅσον, ἀλλ οὐ μεταβουλευόμενον ἄνω καὶ κάτω, τοτὲ μὲν ἕτερα, ἄλλοτε δὲ ἄλλα πρᾶττον, πλανᾶσθαί τε καὶ μετακυκλεῖσθαι. τοῦθ ἡμῶν τοῖς πολλοῖς αὐτὸ τοὐναντίον ἔδοξεν, ὅτι τὰ αὐτὰ καὶ ὡσαύτως πράττει, ψυχὴν οὐκ ἔχειν:

οὕτω τοῖς ἄφροσι συνεφέσπετο τὸ πλῆθος, ὡς τὸ μὲν ἀνθρώπινον ἔμφρον καὶ ζῶν ὡς κινούμενον ὑπολαβεῖν, τὸ δὲ θεῖον ἄφρον ὡς μένον ἐν ταῖς αὐταῖς φοραῖς: τὰ καλλίω καὶ βελτίω καὶ φίλα τιθεμένῳ λαμβάνειν ὡς διὰ τοῦτο αὐτὸ ἔμφρον δεῖ νομίζειν τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ διὰ ταὐτὰ πρᾶττον ἀεί, τοῦτο δ εἶναι τὴν τῶν ἄστρων φύσιν, ἰδεῖν μὲν καλλίστην, πορείαν δὲ καὶ χορείαν πάντων χορῶν καλλίστην καὶ μεγαλοπρεπεστάτην χορεύοντα πᾶσι τοῖς ζῶσι τὸ δέον ἀποτελεῖν.

καὶ μὴν ὅτι γε δικαίως ἔμψυχα αὐτὰ λέγομεν, πρῶτον τὸ μέγεθος αὐτῶν διανοηθῶμεν. οὐ γάρ, ὡς σμικρὰ φαντάζεται, τηλικαῦτα ὄντως ἐστίν, ἀλλ ἀμήχανον ἕκαστον αὐτῶν τὸν ὄγκον - πιστεῦσαι δ ἄξιον:

ἀποδείξεσιν γὰρ ἱκαναῖς λαμβάνεται - τὸν γὰρ ἥλιον ὅλον τῆς γῆς ὅλης μείζω διανοηθῆναι δυνατὸν ὀρθῶς, καὶ πάντα δὴ τὰ φερόμενα ἄστρα θαυμαστόν τι μέγεθος ἔχει. λάβωμεν δὴ τίς τρόπος ἂν εἰή τοσοῦτον περιφέρειν ὄγκον τινὰ φύσιν τὸν αὐτὸν ἀεὶ χρόνον, ὅσον καὶ νῦν περιφέρεται. θεὸν δή φημι τὸν αἴτιον ἔσεσθαι, καὶ οὔποθ ἑτέρως εἶναι δυνατόν:

ἔμψυχον μὲν γὰρ οὔποτε γένοιτ ἂν ἑτέρᾳ πλὴν διὰ θεόν, ὡς ἡμεῖς ἀπεφηνάμεθα. ὅτε δὲ τοῦτο οἱό῀ς τέ ἐστιν θεός, ἅπασα αὐτῷ ῥᾳστώνη γέγονεν τοῦ πρῶτον μὲν ζῷον γεγονέναι πᾶν σῶμα καὶ ὄγκον σύμπαντα, ἔπειτα, ᾗπερ ἂν διανοηθῇ βέλτιστα, ταύτῃ φέρειν. νῦν δὴ περὶ ἁπάντων τούτων ἕνα λόγον λέγοιμεν ἀληθῆ: οὐρανὸν ἅπαντάς τε ἀστέρας ὄγκους τε ἐκ τούτων σύμπαντας, μὴ ψυχῆς πρὸς ἑκάστῳ γενομένης ἢ καὶ ἐν ἑκάστοις, εἶτα εἰς ἀκρίβειαν κατ ἐνιαυτὸν οὕτω πορεύεσθαι κατὰ μῆνάς τε καὶ ἡμέρας, καὶ σύμπαντα τὰ γιγνόμενα σύμπασιν ἡμῖν ἀγαθὰ γίγνεσθαι.

δεῖ δέ, ὅσῳ φλαυρότερόν ἐστ ἄνθρωπος, μή τοι ληροῦντά γε, σαφῶς δέ τι λέγοντα φαίνεσθαι.

ῥύμας μὲν οὖν εἴ τις αἰτίας τινὰς ἐρεῖ σωμάτων ἢ φύσεις ἤ τι τοιοῦτον, οὐδὲν σαφὲς ἐρεῖ: τὸ δὲ παρ ἡμῶν εἰρημένον σφόδρ ἀναλαβεῖν χρή, πότερον ἔχει λόγον ὁ λόγος ἢ πάντως ὑστερεῖ, τὸ πρῶτον μὲν τὰ ὄντα εἶναι δύο, τὸ μὲν ψυχήν, τὸ δὲ σῶμα, καὶ πολλὰ ἑκατέρου, πάντα δὲ ἀλλήλων ἄλλα καὶ ἑκάτερα ἑκατέρων, καὶ τρίτον ἄλλο οὐδὲν κοινὸν οὐδενί, διαφέρειν δὲ ψυχὴν σώματος. ἔμφρον μέν που, τὸ δὲ ἄφρον θήσομεν, ἄρχον δέ, τὸ δὲ ἀρχόμενον, καὶ τὸ μὲν αἴτιον ἁπάντων, τὸ δὲ ἀναίτιον πάσης πάθης:

ὥστε τά γε δὴ κατ οὐρανὸν ὑπ ἄλλου του φάναι γεγονέναι, καὶ μὴ ψυχῆς τε καὶ σώματος οὕτως εἶναι γεννήματα, πολλὴ μωρία τε καὶ ἀλογία. εἰ δ οὖν δεῖ νικᾶν τοὺς περὶ ἁπάντων τῶν τοιούτων λόγους καὶ πιστῶς θεῖα φαίνεσθαι γεγονέναι τὰ τοιαῦτα σύμπαντα, δυοῖν τοι θάτερα θετέον αὐτά: ἢ γὰρ θεοὺς αὐτοὺς ταῦτα ὑμνητέον ὀρθότατα, ἢ θεῶν εἰκόνας ὡς ἀγάλματα ὑπολαβεῖν γεγονέναι, θεῶν αὐτῶν ἐργασαμένων:

οὐ γὰρ ἀνοήτων γε οὐδὲ βραχέος ἀξίων, ἀλλ ὅπερ εἰρήκαμεν, τούτων ἡμῖν θάτερα θετέα, τὰ δὲ τεθέντα τιμητέον πάντων ἀγαλμάτων διαφερόντως:

οὐ γὰρ μήποτε φανῇ καλλίω καὶ κοινότερα συμπάντων ἀνθρώπων ἀγάλματα, οὐδ ἐν διαφέρουσιν τόποις ἱδρυμένα, καθαριότητι καὶ σεμνότητι καὶ συμπάσῃ ζωῇ διαφέροντα ἢ ταύτῃ ὡς πάντῃ ταύτῃ γεγένηται. νῦν οὖν δὴ περὶ θεῶν ἐγχειρῶμεν τό γε τοσοῦτον, τὰ δύο κατιδόντες ζῷα ὁρατὰ ἡμῖν, ἅ φαμεν ἀθάνατον, τὸ δὲ γήινον ἅπαν θνητὸν γεγονέναι, τὰ τρία τὰ μέσα τῶν πέντε τὰ μεταξὺ τούτων σαφέστατα κατὰ δόξαν τὴν ἐπιεικῆ γεγονότα πειραθῆναι λέγειν.

αἰθέρα μὲν γὰρ μετὰ τὸ πῦρ θῶμεν, ψυχὴν δ ἐξ αὐτοῦ τιθῶμεν πλάττειν ζῷα δύναμιν ἔχοντα, ὥσπερ τῶν ἄλλων γενῶν, τὸ πολὺ μὲν τῆς αὐτοῦ φύσεως, τὰ δὲ σμικρότερα συνδέσμου χάριν ἐκ τῶν ἄλλων γενῶν: μετὰ δὲ τὸν αἰθέρα ἐξ ἀέρος πλάττειν τὴν ψυχὴν γένος ἕτερον ζῴων, καὶ τὸ τρίτον ἐξ ὕδατος.

πάντα δὲ δημιουργήσασαν ταῦτα ψυχὴν ζῴων εἰκὸς ὅλον οὐρανὸν ἐμπλῆσαι, χρησαμένην πᾶσι τοῖς γένεσι κατὰ δύναμιν, πάντων μὲν μετόχων τοῦ ζῆν γεγονότων: ἀπὸ θεῶν τῶν φανερῶν ἀρξάμενα γενέσεως, εἰς ἡμᾶς τοὺς ἀνθρώπους ἀποτελευτᾶν.

θεοὺς μὲν δή, Δία τε καὶ Ἥραν καὶ τοὺς ἄλλους πάντας, ὅπῃ τις ἐθέλει, ταύτῃ κατὰ τὸν αὐτὸν τιθέσθω νόμον καὶ πάγιον ἐχέτω τοῦτον τὸν λόγον:

θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντῃ, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος, ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας. καὶ συμπλήρους δὴ ζῴων οὐρανοῦ γεγονότος, ἑρμηνεύεσθαι πρὸς ἀλλήλους τε καὶ τοὺς ἀκροτάτους θεοὺς πάντας τε καὶ πάντα, διὰ τὸ φέρεσθαι τὰ μέσα τῶν ζῴων ἐπί τε γῆν καὶ ἐπὶ τὸν ὅλον οὐρανὸν ἐλαφρᾷ φερόμενα ῥύμῃ.

τὸ δὲ ὕδατος πέμπτον ὀ`ν ἡμίθεον μὲν ἀπεικάσειεν ἄν τις ὀρθῶς ἀπεικάζων ἐξ αὐτοῦ γεγονέναι, καὶ τοῦτ εἶναι τοτὲ μὲν ὁρώμενον, ἄλλοτε δὲ ἀποκρυφθὲν ἄδηλον γιγνόμενον, θαῦμα κατ ἀμυδρὰν ὄψιν παρεχόμενον. τούτων δὴ τῶν πέντε ὄντως ὄντων ζῴων, ὅπῃ τινὲς ἐνέτυχον ἡμῶν, ἢ καθ ὕπνον ἐν ὀνειροπολίᾳ προστυχόντες, ἢ κατὰ φήμας τε καὶ μαντείας λεχθέν τισιν ἐν ἀκοαῖς ὑγιαίνουσιν ἢ καὶ κάμνουσιν, ἢ καὶ τελευτῇ βίου προστυχέσι γενομένοις, ἰδίᾳ τε καὶ δημοσίᾳ δόξας παραγενομένας, ὅθεν ἱερὰ πολλὰ πολλῶν γέγονεν, τὰ δὲ γενήσεται, τούτων πάντων νομοθέτης, ὅστις νοῦν κέκτηται καὶ τὸν βραχύτατον, οὔποτε μὴ τολμήσῃ καινοτομῶν, ἐπὶ θεοσέβειαν ἥτις μὴ σαφὲς ἔχει τι τρέψαι πόλιν ἑαυτοῦ:

καὶ μὴν οὐδ ὧν ὁ πάτριος νόμος εἴρηκεν περὶ θυσιῶν ἀποκωλύσει, μηδὲν τὸ παράπαν εἰδώς, ὥσπερ οὐδ ὀ`ν δυνατὸν εἰδέναι τῇ θνητῇ φύσει τῶν τοιούτων πέρι.

τοὺς δὲ ὄντως ἡμῖν φανεροὺς ὄντας θεοὺς ἆρ οὐχ αὑτὸς λόγος ἔχει κακίστους εἶναι τοὺς μὴ τολμῶντας λέγειν ἡμῖν καὶ φανεροὺς ποιεῖν ἀνοργιάστους τε ὄντας ἑτέρους θεοὺς καὶ τιμὰς μὴ δεχομένους τὰς προσηκούσας αὐτοῖς· νῦν δὲ δὴ συμβαίνει γιγνόμενον ἅμα τὸ τοιοῦτον: οἱο῀ν γὰρ εἴ ποτέ τις ἡμῶν ἥλιον ἢ σελήνην ἑωρακὼς ἦν γιγνομένους ἐφορῶντάς τε ἡμᾶς πάντας, καὶ μὴ ἔφραζεν ἀδύνατος ὤν πῃ φράζειν, τιμῆς τε ἀμοίρους ὄντας ἅμα καὶ μὴ προθυμοῖτο τό γε αὑτοῦ μέρος, εἰς ἔντιμον χώραν καταφανεῖς ἄγων αὐτούς, ἑορτάς τε αὐτοῖς γίγνεσθαι ποιεῖν καὶ θυσίας, ἀπολαμβανόμενόν τε χρόνον ἑκάστοις μειζόνων καὶ ἐλαττόνων πολλάκις ἐνιαυτῶν ὡρ´ας διανέμειν, ἆρ οὐκ ἂν κακὸς ἑαυτῷ τε καὶ ἄλλῳ τῷ γιγνώσκοντι λεγόμενος ἐν δίκῃ συνεδόκει λέγεσθαί ποτ ἄν·

πῶς γὰρ οὔκ, ὦ ξένε·

κάκιστος μὲν οὖν. τοῦτο τοίνυν, ὦ Κλεινία φίλε, περὶ ἐμὲ νῦν γιγνόμενον ἴσθι φανερῶς. πῶς λέγεις· ἴστε ὀκτὼ δυνάμεις τῶν περὶ ὅλον οὐρανὸν γεγονυίας ἀδελφὰς ἀλλήλων, ὧν καθεώρακα ἐγώ - καὶ οὐδὲν μέγα διαπέπραγμαι: ῥᾴδιον γὰρ καὶ ἑτέρῳ - τούτων δ εἰσὶ τρεῖς αὗται, μία μὲν ἡλίου, μία δὲ σελήνης, μία δὲ τῶν πλανητῶν ἄστρων ὧν ἐμνήσθημεν ὀλίγον ἔμπροσθεν, πέντε δὲ ἕτεραι.

ταύτας δὴ πάσας καὶ τούτους τοὺς ἐν ταύταισιν εἴτε αὐτοὺς ἰόντας εἴτε φερομένους ἐν ὀχήμασι πορεύεσθαι ταύτῃ, μηδεὶς ἄλλως ποτὲ νομίσῃ πάντων ἡμῶν ὡς οἱ μὲν θεοί εἰσιν αὐτῶν, οἱ δ οὔ, μηδ ὡς οἱ μὲν γνήσιοι, οἱ δὲ τοιοῦτοί τινες οἱούς οὐδὲ θέμις εἰπεῖν ἡμῶν οὐδενί, πάντες δὲ δὴ πάντας λέγωμέν τε καὶ φῶμεν ἀδελφούς τ εἶναι καὶ ἐν ἀδελφαῖς μοίραις, καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον ὃν ἔταξεν λόγος ὁ πάντων θειότατος ὁρατόν: ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχεν τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄρισθ οὕτως εὐτυχέστατά τε διάξειν τὸν βίον τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατ ὄψιν, διατελεῖ.

νῦν δὴ τὸ μετὰ τοῦθ ἡμῖν λοιπὸν λέγειν ὅσοι τ εἰσίν, καὶ τίνες: οὐ γὰρ μήποτε φανῶμεν ψευδεῖς.

βεβαίως δὴ διισχυρίζομαι τό γε τοσοῦτον. λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δ ἔτι λοιπάς.

ἡ τετάρτη δὲ φορὰ καὶ διέξοδος ἅμα καὶ πέμπτη τάχει μὲν ἡλίῳ σχεδὸν ἴση, καὶ οὔτε βραδυτέρα οὔτε θάττων τό γ ἐπίπαν. δεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι. λέγωμεν δὴ ταύτας ἡλίου τ εἶναι καὶ ἑωσφόρου, καὶ τρίτου - ὡς μὲν ὀνόματι φράζειν οὐκ ἔστιν διὰ τὸ μὴ γιγνώσκεσθαι, τούτου δ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν βάρβαρος ὤν: τρόπος ἔθρεψεν τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὡρ´ας, ἣν Αἴγυπτός τε Συρία θ ἱκανῶς κέκτηται, φανεροὺς μὲν ὡς ἔπος εἰπεῖν ἀστέρας ἀεὶ σύμπαντας καθορῶντας, ἅτε νεφῶν καὶ ὑδάτων ἀπόπροσθεν ἀεὶ τοῦ κόσμου κεκτημένους, ὅθεν καὶ πανταχόσε καὶ δεῦρ ἐξήκει, βεβασανισμένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ.

διὸ θαρροῦντα χρὴ ταῦτα εἰς νόμους θέσθαι - τὸ γὰρ μὴ τίμια τὰ θεῖα εἶναι, τὰ δὲ τίμια, σαφῶς οὐκ ἐμφρόνων - ὅτι δὲ οὐκ ὀνόματα ἔσχηκεν, τήν γε αἰτίαν χρὴ λέγεσθαι ταύτην. ἀλλὰ γὰρ ἐπωνυμίαν εἰλήφασιν θεῶν:

ὁ μὲν γὰρ ἑωσφόρος ἕσπερός τε ὢν αὑτὸς ἀφροδίτης εἶναι σχεδὸν ἔχει λόγον καὶ μάλα Συρίῳ νομοθέτῃ πρέπον, ὁ δ ὁμόδρομος ἡλίῳ τε ἅμα καὶ τούτῳ σχεδὸν Ἑρμοῦ. τρεῖς δ ἔτι φορὰς λέγωμεν ἐπὶ δεξιὰ πορευομένων μετὰ σελήνης τε καὶ ἡλίου. ἕνα δὲ τὸν ὄγδοον χρὴ λέγειν, ὃν μάλιστά τις ἂν κόσμον προσαγορεύοι, ὃς ἐναντίος ἐκείνοις σύμπασιν πορεύεται, <οὐκ> ἄγων τοὺς ἄλλους, ὥς γε ἀνθρώποις φαίνοιτ ἂν ὀλίγα τούτων εἰδόσιν. ὅσα δὲ ἱκανῶς ἴσμεν, ἀνάγκη λέγειν καὶ λέγομεν: ἡ γὰρ ὄντως οὖσα σοφία ταύτῃ πῃ φαίνεται τῷ καὶ σμικρὰ συννοίας ὀρθῆς θείας τε μετειληφότι.

λοιποὶ δὴ τρεῖς ἀστέρες, ὧν εἷς μὲν βραδυτῆτι διαφέρων αὐτῶν ἐστι, Κρόνου δ αὐτόν τινες ἐπωνυμίαν φθέγγονται: τὸν δὲ μετὰ τοῦτον βραδυτῆτι λέγειν χρὴ Διός, Ἄρεως δὲ ὁ μετὰ τοῦτον, πάντων δὲ οὗτος ἐρυθρώτατον ἔχει χρῶμα. τινα φράζοντός τινος, ἀλλὰ μαθόντα, ὡς λέγομεν, ἡγεῖσθαι δεῖ.

τόδε γε μὴν διανοηθῆναι χρὴ πάντ ἄνδρα Ἕλληνα, ὡς τόπον ἔχομεν τὸν τῶν Ἑλλήνων πρὸς ἀρετὴν ἐν τοῖς σχεδὸν ἄριστον:

τὸ δ ἐπαινετὸν αὐτοῦ χρὴ λέγειν ὅτι μέσος ἂν εἰή χειμώνων τε καὶ τῆς θερινῆς φύσεως, ἡ δ ὑστεροῦσα ἡμῖν εἰς τὸ θερινὸν φύσις τοῦ περὶ τὸν ἐκεῖ τόπον, ὅπερ εἴπομεν, ὕστερον αὐτοῖς παραδέδωκεν τὸ τούτων τῶν θεῶν τοῦ κόσμου κατανόημα. λάβωμεν δὲ ὡς ὅτιπερ ἂν Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται: πολλὴ δ ἐλπὶς ἅμα καὶ καλὴ κάλλιον καὶ δικαιότερον ὄντως τῆς ἐκ τῶν βαρβάρων ἐλθούσης φήμης τε ἅμα καὶ θεραπείας πάντων τούτων τῶν θεῶν ἐπιμελήσεσθαι τοὺς Ἕλληνας, παιδείαις τε καὶ ἐκ Δελφῶν μαντείαις χρωμένους καὶ πάσῃ τῇ κατὰ νόμους θεραπείᾳ.

τόδε δὲ μηδείς ποτε φοβηθῇ τῶν Ἑλλήνων, ὡς οὐ χρὴ περὶ τὰ θεῖά ποτε πραγματεύεσθαι θνητοὺς ὄντας, πᾶν δὲ τούτῳ διανοηθῆναι τοὐναντίον, ὡς οὔτε ἄφρον ἐστίν ποτε τὸ θεῖον οὔτε ἀγνοεῖ που τὴν ἀνθρωπίνην φύσιν, ἀλλ οἶδεν ὅτι διδάσκοντος αὐτοῦ συνακολουθήσει καὶ μαθήσεται τὰ διδασκόμενα. ὅτι δὲ διδάσκει τοῦτο αὐτὸ ἡμᾶς, μανθάνομεν δὲ ἡμεῖς ἀριθμόν τε καὶ ἀριθμεῖν, οἶδεν δήπου.

πάντων γὰρ ἀφρονέστατον ἂν εἰή τοῦτο ἀγνοοῦν: τὸ λεγόμενον γὰρ ἂν ὄντως αὐτὸ αὑτὸ ἀγνοοῖ, χαλεπαῖνον τῷ δυναμένῳ μανθάνειν, ἀλλ οὐ συγχαῖρον ἄνευ φθόνου διὰ θεὸν ἀγαθῷ γενομένῳ. καλὸν ἔχει, τότε μέν, ὅτε περὶ θεῶν ἦν ἀνθρώποις διανοήματα πρῶτα, ὥς τε ἐγένοντο οἱοί῀ τε ἐγίγνοντο καὶ ὁ μὲν καὶ οἱάς μετεχειρίζοντο πράξεις, μὴ κατὰ νοῦν τοῖς σώφροσιν λέγεσθαι μηδὲ φίλως, μηδ ὡς οἱ δεύτεροι, ἐν οἷς πρεσβύτατα μὲν τὰ πυρὸς ἐλέγετο καὶ ὕδατος καὶ τῶν ἄλλων σωμάτων, ὕστερα δὲ τὰ τῆς θαυμαστῆς ψυχῆς, καὶ φορὰ κρείττων καὶ τιμιωτέρα, ἣν σῶμα εἴληχεν φέρειν αὐτό τε ἑαυτὸ θερμότητι καὶ ψύξεσιν καὶ πᾶσιν τοῖς τοιούτοις, ἀλλ οὐ ψυχὴ σῶμά τε καὶ ἑαυτήν:

νῦν δ ὅτε λέγομεν ψυχὴν μέν, ἄνπερ ἐν σώματι γένηται, θαῦμα οὐδὲν κινεῖν τε καὶ περιφέρειν τοῦτο καὶ ἑαυτήν, οὐδ ἡμῖν ἀπιστεῖ ψυχὴ κατὰ λόγον οὐδένα ὡς βάρος οὐδὲν περιφέρειν δυναμένη.

καὶ κινήσεως ψυχὴν αἰτίαν εἶναι θαῦμα οὐδέν, τὴν δ ἐπὶ τἀγαθὸν φορὰν καὶ κίνησιν τῆς ἀρίστης ψυχῆς εἶναι, τὴν δ ἐπὶ τοὐναντίον ἐναντίαν, νενικηκέναι δεῖ καὶ νικᾶν τὰ ἀγαθὰ τὰ μὴ τοιαῦτα.

ταῦτα ἡμῖν εἴρηται πάντα κατὰ τὴν τῶν ἀνοσίων τιμωρὸν δὲ δίκην:

περὶ δὲ δὴ τὸ δοκιμαζόμενον οὐχ οἱό῀ν τε ἡμῖν ἀπιστεῖν ὡς οὐ δεῖ τόν γε ἀγαθὸν σοφὸν ἡμᾶς ἡγεῖσθαι, τὴν δὲ σοφίαν ταύτην, ἣν ζητοῦμεν πάλαι, ἴδωμεν ἄν ποτ ἄρα ἐπινοήσωμεν ἢ κατὰ παιδείαν ἢ κατὰ τέχνην, ἥντινα τοῦ γιγνώσκειν ἐνδεεῖς ὄντες τῶν δικαίων, ἀγνώμονες ἂν εἶμεν ὄντες τοιοῦτοι. δοκοῦμεν δή μοι, καὶ λεκτέον:

ἄνω γὰρ καὶ κάτω ζητῶν ᾗ μοι καταφανὴς γέγονεν, πειράσομαι δήλην ὑμῖν αὐτὴν ἀποτελεῖν. τὸ δὴ μέγιστον ἀρετῆς οὐ καλῶς πραττόμενον ἡμῖν γέγονεν αἴτιον, ὡς ἄρτι σημαίνειν ἐκ τῶν εἰρημένων μοι σφόδρα δοκεῖ. μεῖζον μὲν γὰρ ἀρετῆς μηδεὶς ἡμᾶς ποτε πείσῃ τῆς εὐσεβείας εἶναι τῷ θνητῷ γένει: τοῦτο δ ὅτι δι ἀμαθίαν τὴν μεγίστην ἐν ταῖς ἀρίσταις φύσεσιν οὐ γέγονεν, λεκτέον.

ἄρισται δ εἰσὶν αἱ χαλεπώτατα μὲν ἂν γενόμεναι, μέγιστον δὲ ὄφελος, ἂν γίγνωνται: τά τε γὰρ τῆς βραδείας τε καὶ τῆς ἐναντίας φύσεως μετρίως ἀποδεχομένη ψυχὴ καὶ πρᾴως, εὔκολος ἂν εἰή, τήν τε ἀνδρείαν ἀγαμένη, καὶ πρὸς τὸ σωφρονεῖν εὐπειθής, καὶ τό γε μέγιστον, ἐν ταύταις ταῖς φύσεσιν δυναμένη μανθάνειν καὶ μνήμων οὖσα, εὖ μάλα χαίρειν τούτοις αὐτοῖς δύναιτ ἂν φιλομαθὴς ὥστ εἶναι. ταῦτα γὰρ οὔτε ῥᾴδια φύεσθαι, γενόμενά τε, καὶ τροφῆς καὶ παιδείας τυχόντα ἧς δεῖ, τοὺς πλείστους αὐτῶν καὶ χείρους κατέχειν ὀρθότατα δύναιτ ἂν τῷ φρονεῖν καὶ πράττειν καὶ λέγειν περὶ θεοὺς ἕκαστα ὡς δεῖ τε καὶ ὅτε δεῖ, περὶ θυσίας τε καὶ καθαρμοὺς τῶν περὶ θεούς τε καὶ ἀνθρώπους, οὐ σχήμασι τεχνάζοντας, ἀλλὰ ἀληθείᾳ τιμῶντας ἀρετήν, ὃ δὴ καὶ μέγιστόν ἐστι συμπάντων πάσῃ τῇ πόλει.

τοῦτο δὴ οὖν τὸ μέρος εἶναί φαμεν φύσει κυριώτατον καὶ δυνατὸν ὡς οἱό῀ν τε κάλλιστα καὶ ἄριστα μαθεῖν, εἰ διδάσκοι τις.

ἀλλ οὐδ ἂν διδάξειεν, εἰ μὴ θεὸς ὑφηγοῖτο: εἰ τ οὖν διδάσκοι, κατὰ τρόπον δὲ μὴ δρῷ τὸ τοιοῦτον, κρεῖττον μὴ μανθάνειν. ὅμως δ ἐκ τῶν νῦν λεγομένων ἀνάγκη μαθεῖν ταῦτα καὶ ἐμὲ λέγειν τὴν τοιαύτην τε καὶ ἀρίστην φύσιν. πειρώμεθα δὴ τῷ τε λόγῳ διεξελθεῖν ἅ τ ἐστὶν καὶ οἱᾶ καὶ ὡς δεῖ μανθάνειν, κατὰ δύναμιν τήν τ ἐμὴν τοῦ λέγοντος καὶ τὴν τῶν δυναμένων εἰσακοῦσαι, θεοσεβείας ᾧτινι τρόπῳ τις τίνα μαθήσεται.

σχεδὸν μὲν οὖν ἐστιν ἄτοπον ἀκούσαντι, τὸ δ ὄνομα αὐτοῦ λέγομεν ἡμεῖς γε, ὅ τις οὐκ ἄν ποτε δόξειεν δι ἀπειρίαν τοῦ πράγματος - ἀστρονομίαν - ἀγνοεῖ τε ὅτι σοφώτατον ἀνάγκη τὸν ἀληθῶς ἀστρονόμον εἶναι, μὴ τὸν καθ Ἡσίοδον ἀστρονομοῦντα καὶ πάντας τοὺς τοιούτους, οἱο῀ν δυσμάς τε καὶ ἀνατολὰς ἐπεσκεμμένον, ἀλλὰ τὸν τῶν ὀκτὼ περιόδων τὰς ἑπτὰ περιόδους, διεξιούσης τὸν αὑτῶν κύκλον ἑκάστης οὕτως ὡς οὐκ ἂν ῥᾳδίως ποτὲ πᾶσα φύσις ἱκανὴ γένοιτο θεωρῆσαι, μὴ θαυμαστῆς μετέχουσα φύσεως.

ὃ νῦν εἰρήκαμεν ἐροῦμέν τε, ὥς φαμεν, ὅπῃ δεῖ τε καὶ ὅπως χρεὼν μανθάνειν:

πρῶτον δ ἡμῖν τόδε λεγέσθω. σελήνη μὲν περίοδον τὴν αὑτῆς τάχιστα διέξεισιν, ἄγουσα μῆνα καὶ πανσέληνον πρώτην:

δεύτερον δὲ κατανοεῖν δεῖ τὸν ἥλιον, τροπὰς ἄγοντα διὰ πάσης τῆς αὑτοῦ περιόδου, καὶ τούτῳ τοὺς συνδρόμους. ἵνα δὲ μὴ πολλάκις ταὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, τὰς ἄλλας ὅσας ἐν τῷ πρόσθεν διεξήλθομεν ὁδοὺς τούτων οὐ ῥᾴδιον συννοεῖν, ἐπὶ δὲ ταῦτα παρασκευάζοντας φύσεις οἱάς δυνατὸν εἶναι, χρεὼν πολλὰ προδιδάσκοντα καὶ ἐθίζοντα ἀεὶ διαπονήσασθαι παῖδα ὄντα καὶ νεανίσκον. διὸ μαθημάτων δέον ἂν εἰή:

τὸ δὲ μέγιστόν τε καὶ πρῶτον καὶ ἀριθμῶν αὐτῶν ἀλλ οὐ σώματα ἐχόντων, ἀλλὰ ὅλης τῆς τοῦ περιττοῦ τε καὶ ἀρτίου γενέσεώς τε καὶ δυνάμεως, ὅσην παρέχεται πρὸς τὴν τῶν ὄντων φύσιν. ταῦτα δὲ μαθόντι τούτοις ἐφεξῆς ἐστιν ὃ καλοῦσι μὲν σφόδρα γελοῖον ὄνομα γεωμετρίαν, τῶν οὐκ ὄντων δὲ ὁμοίων ἀλλήλοις φύσει ἀριθμῶν ὁμοίωσις πρὸς τὴν τῶν ἐπιπέδων μοῖραν γεγονυῖά ἐστιν διαφανής:

ὃ δὴ θαῦμα οὐκ ἀνθρώπινον ἀλλὰ γεγονὸς θεῖον φανερὸν ἂν γίγνοιτο τῷ δυναμένῳ συννοεῖν. μετὰ δὲ ταύτην τοὺς τρὶς ηὐξημένους καὶ τῇ στερεᾷ φύσει ὁμοίους: τοὺς δὲ ἀνομοίους αὖ γεγονότας ἑτέρᾳ τέχνῃ ὁμοιοῖ, ταύτῃ ἣν δὴ στερεομετρίαν ἐκάλεσαν οἱ προστυχεῖς αὐτῇ γεγονότες: ὃ δὲ θεῖόν τ ἐστὶν καὶ θαυμαστὸν τοῖς ἐγκαθορῶσί τε καὶ διανοουμένοις ὡς περὶ τὸ διπλάσιον ἀεὶ στρεφομένης τῆς δυνάμεως καὶ τῆς ἐξ ἐναντίας ταύτῃ καθ ἑκάστην ἀναλογίαν εἶδος καὶ γένος ἀποτυποῦται πᾶσα ἡ φύσις.

ἡ μὲν δὴ πρώτη τοῦ διπλασίου κατ ἀριθμὸν ἓν πρὸς δύο κατὰ λόγον φερομένη, διπλάσιον δὲ ἡ κατὰ δύναμιν οὖσα:

ἡ δ εἰς τὸ στερεόν τε καὶ ἁπτὸν πάλιν αὖ διπλάσιον, ἀφ ἑνὸς εἰς ὀκτὼ διαπορευθεῖσα: δώδεκα συνέβη τό τε ἡμιόλιον καὶ ἐπίτριτον - τούτων αὐτῶν ἐν τῷ μέσῳ ἐπ ἀμφότερα στρεφομένη τοῖς ἀνθρώποις σύμφωνον χρείαν καὶ σύμμετρον ἀπενείματο παιδιᾶς ῥυθμοῦ τε καὶ ἁρμονίας χάριν, εὐδαίμονι χορείᾳ Μουσῶν δεδομένη.

ταῦτα μὲν οὖν δὴ ταύτῃ γιγνέσθω τε καὶ ἐχέτω σύμπαντα:

τὸ δ ἐπὶ τούτοις τέλος, εἰς θείαν γένεσιν ἅμα καὶ τὴν τῶν ὁρατῶν καλλίστην τε καὶ θειοτάτην φύσιν ἰτέον, ὅσην ἀνθρώποις θεὸς ἔδωκεν κατιδεῖν, ἣν οὔποτε ἄνευ τῶν νῦν διειρημένων μὴ κατιδὼν ἐπεύξηταί τις ῥᾳστώνῃ παραλαβεῖν. πρὸς τούτοις δὲ τὸ καθ ἓν τῷ κατ εἴδη προσακτέον ἐν ἑκάσταις ταῖς συνουσίαις, ἐρωτῶντά τε καὶ ἐλέγχοντα τὰ μὴ καλῶς ῥηθέντα: πάντως γὰρ καλλίστη καὶ πρώτη βάσανος ἀνθρώποις ὀρθῶς γίγνεται, ὅσαι δὲ οὐκ οὖσαι προσποιοῦνται, ματαιότατος πόνος ἁπάντων.

ἔτι δὲ τὴν ἀκρίβειαν τοῦ χρόνου ἡμῖν ληπτέον, ὡς ἀκριβῶς ἀποτελεῖ πάντα τὰ κατ οὐρανὸν γιγνόμενα, ἵν ὁ πιστεύσας ὡς ὁ λόγος ἀληθὴς γέγονεν ὅτι πρεσβύτερόν τ ἐστὶν ἅμα καὶ θειότερον ψυχὴ σώματος, ἡγήσαιτ ἂν παγκάλως τε καὶ ἱκανῶς εἰρῆσθαι τὸ θεῶν εἶναι πάντα πλέα καὶ μηδέποτε λήθῃ μηδὲ ἀμελείᾳ τῶν κρειττόνων ἡμᾶς παρωλιγωρῆσθαι. νοητέον δ ἐστὶν περὶ πάντα τὰ τοιαῦτα τόδε, ὡς, ἐὰν μέν τις ἕκαστα τούτων ὀρθῶς λαμβάνῃ, μέγ ὄφελος γίγνεται τῷ παραλαμβάνοντι κατὰ τρόπον, εἰ δὲ μή, θεὸν ἄμεινον ἀεὶ καλεῖν:

- ἀνάγκη γὰρ τό γε τοσοῦτον φράζειν - πᾶν διάγραμμα ἀριθμοῦ τε σύστημα καὶ ἁρμονίας σύστασιν ἅπασαν τῆς τε τῶν ἄστρων περιφορᾶς τὴν ὁμολογίαν οὖσαν μίαν ἁπάντων ἀναφανῆναι δεῖ τῷ κατὰ τρόπον μανθάνοντι, φανήσεται δέ, ἄν, ὃ λέγομεν, ὀρθῶς τις εἰς ἓν βλέπων μανθάνῃ - δεσμὸς γὰρ πεφυκὼς πάντων τούτων εἷς ἀναφανήσεται διανοουμένοις - εἰ δ ἄλλως πως ταῦτα μεταχειριεῖταί τις, τύχην δεῖ καλεῖν, ὥσπερ καὶ λέγομεν.

οὐ γὰρ ἄνευ γε τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων γένηται φύσις, ἀλλ οὗτος ὁ τρόπος, αὕτη ἡ τροφή, ταῦτα τὰ μαθήματα:

εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ πορευτέον. ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστιν θεῶν, καταφανοῦς γενομένης τῆς πάντων αὐτῶν κατὰ τρόπον λεγομένης φήμης εὐτυχοῦς. τὸν δὲ σύμπαντα ταῦτα οὕτως εἰληφότα, τοῦτον λέγω τὸν ἀληθέστατα σοφώτατον: ὃν καὶ διισχυρίζομαι παίζων καὶ σπουδάζων ἅμα, ὅτε θανάτῳ τις τῶν τοιούτων τὴν αὑτοῦ μοῖραν ἀναπλήσει, σχεδὸν ἐάνπερ ἔτ ἀποθανὼν ᾖ, μήτε μεθέξειν ἔτι πολλῶν τότε καθάπερ νῦν αἰσθήσεων, μιᾶς τε μοίρας μετειληφότα μόνον καὶ ἐκ πολλῶν ἕνα γεγονότα, εὐδαίμονά τε ἔσεσθαι καὶ σοφώτατον ἅμα καὶ μακάριον, εἴτε τις ἐν ἠπείροις εἴτ ἐν νήσοις μακάριος ὢν ζῇ, κἀκεῖνον μεθέξειν τῆς τοιαύτης ἀεὶ τύχης, κεἴτε δημοσίᾳ τις ἐπιτηδεύσας ταῦτα εἴτε ἰδίᾳ διαβιῷ, τὰ αὐτὰ καὶ ὡσαύτως αὐτὸν πράξειν παρὰ θεῶν.

ὃ δὲ κατ ἀρχάς τε ἐλέγομεν, καὶ νῦν αὑτὸς πάρεστι λόγος ἀληθὴς ὄντως, ὡς οὐ δυνατὸν ἀνθρώποις τελέως μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, ἔστιν ταῦτα ὀρθῶς εἰρημένα: ὁπόσοι γὰρ θεῖοι καὶ σώφρονες ἅμα τῆς ἄλλης τε μετέχοντες ἀρετῆς φύσει, πρὸς δὲ τούτοις ὅσα μαθήματος ἔχεται μακαρίου πάντα εἰληφότες - ἃ δ ἔστιν εἰρήκαμεν - τούτοισιν μόνοις τὰ τοῦ δαιμονίου σύμπαντα ἱκανῶς εἴληχέ τε καὶ ἔχει.

τε καὶ δοκιμάσαντας ἡμᾶς ὀρθότατα πάντας παρακαλεῖν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION