호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ναί. ἰατρικὰ ἄρα καὶ ἰατρικοὶ νόμοι ταῦτα τὰ συγγράμματα ἐστὶν τὰ τῶν ἰατρῶν. ἰατρικὰ μέντοι. ἆρ οὖν καὶ τὰ γεωργικὰ συγγράμματα γεωργικοὶ νόμοι εἰσίν· ναί. τίνων οὖν ἐστιν τὰ περὶ κήπων ἐργασίας συγγράμματα καὶ νόμιμα· κηπουρῶν. κηπουρικοὶ ἄρα νόμοι ἡμῖν εἰσιν οὗτοι. ναί. τῶν ἐπισταμένων κήπων ἄρχειν· πῶς δ οὔ· ἐπίστανται δ οἱ κηπουροί. ναί. τίνων δὲ τὰ περὶ ὄψου σκευασίας συγγράμματά τε καὶ νόμιμα· μαγείρων. μαγειρικοὶ ἄρα οὗτοι νόμοι εἰσί· μαγειρικοί. τῶν ἐπισταμένων, ὡς ἐοίκεν, ὄψου σκευασίας ἄρχειν·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기