호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν καὶ παρὰ πᾶσιν οὕτωσ ὡσ ἐνθάδε νομίζεται; ναί. οὐκοῦν καὶ ἐν Πέρσαισ; <καὶ ἐν Πέρσαισ>. ἀλλὰ ἀεὶ δήπου; ἀεί. πότερον δὲ τὰ πλεῖον ἕλκοντα βαρύτερα νομίζεται ἐνθάδε, τὰ δὲ ἔλαττον κουφότερα, ἢ τοὐναντίον; οὔκ, ἀλλὰ τὰ πλεῖον ἕλκοντα βαρύτερα, τὰ δὲ ἔλαττον κουφότερα. οὐκοῦν καὶ ἐν Καρχηδόνι καὶ ἐν Λυκαίᾳ; ναί. τὰ μὲν καλά, ὡσ ἐοίκε, πανταχοῦ νομίζεται καλὰ καὶ τὰ αἰσχρὰ αἰσχρά, ἀλλ’ οὐ τὰ αἰσχρὰ καλὰ οὐδὲ τὰ καλὰ αἰσχρά. οὕτωσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기