호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἄλλο μὲν ὄψισ, ἄλλο δὲ τὰ ὁρώμενα· καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ νόμοσ, ἄλλο δὲ τὰ νομιζόμενα; οὕτωσ ἢ πῶσ σοι δοκεῖ; ἄλλο μοι νῦν ἐφάνη. οὐκ ἄρα νόμοσ ἐστὶν τὰ νομιζόμενα. οὔ μοι δοκεῖ. τί δῆτ’ ἂν εἰή νόμοσ; ἐπισκεψώμεθ’ αὐτὸ ὧδε. εἴ τισ ἡμᾶσ τὰ νυνδὴ λεγόμενα ἀνήρετο, "ἐπειδὴ ὄψει φατὲ τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기