호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ δὲ πιστοτέροισ ἐν τῷ μικροτέρῳ τροχῷ καὶ πρὸσ τῆσ ἀκροπόλεωσ μᾶλλον ὄντι διετέτακτο ἡ φρουρά, τοῖσ δὲ πάντων διαφέρουσιν πρὸσ πίστιν ἐντὸσ τῆσ ἀκροπόλεωσ περὶ τοὺσ βασιλέασ αὐτοὺσ ἦσαν οἰκήσεισ δεδομέναι. τὰ δὲ νεώρια τριήρων μεστὰ ἦν καὶ σκευῶν ὅσα τριήρεσιν προσήκει, πάντα δὲ ἐξηρτυμένα ἱκανῶσ. καὶ τὰ μὲν δὴ περὶ τὴν τῶν βασιλέων οἴκησιν οὕτω κατεσκεύαστο· διαβάντι δὲ τοὺσ λιμένασ ἔξω τρεῖσ ὄντασ ἀρξάμενον ἀπὸ τῆσ θαλάττησ ᾔειν ἐν κύκλῳ τεῖχοσ, πεντήκοντα σταδίουσ τοῦ μεγίστου τροχοῦ τε καὶ λιμένοσ ἀπέχον πανταχῇ, καὶ συνέκλειεν εἰσ ταὐτὸν πρὸσ τὸ τῆσ διώρυχοσ στόμα τὸ πρὸσ θαλάττησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기