호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅθεν δὴ μανῷ μὲν ὀστῷ, σαρξὶν δὲ καὶ νεύροισ κεφαλήν, ἅτε οὐδὲ καμπὰσ ἔχουσαν, οὐ συνεστέγασαν. κατὰ πάντα οὖν ταῦτα εὐαισθητοτέρα μὲν καὶ φρονιμωτέρα, πολὺ δὲ ἀσθενεστέρα παντὸσ ἀνδρὸσ προσετέθη κεφαλὴ σώματι. τὰ δὲ νεῦρα διὰ ταῦτα καὶ οὕτωσ ὁ θεὸσ ἐπ’ ἐσχάτην τὴν κεφαλὴν περιστήσασ κύκλῳ περὶ τὸν τράχηλον ἐκόλλησεν ὁμοιότητι, καὶ τὰσ σιαγόνασ ἄκρασ αὐτοῖσ συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기