호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βαρὺ δὲ καὶ κοῦφον μετὰ τῆσ τοῦ κάτω φύσεωσ ἄνω τε λεγομένησ ἐξεταζόμενον ἂν δηλωθείη σαφέστατα. φύσει γὰρ δή τινασ τόπουσ δύο εἶναι διειληφότασ διχῇ τὸ πᾶν ἐναντίουσ, τὸν μὲν κάτω, πρὸσ ὃν φέρεται πάνθ’ ὅσα τινὰ ὄγκον σώματοσ ἔχει, τὸν δὲ ἄνω, πρὸσ ὃν ἀκουσίωσ ἔρχεται πᾶν, οὐκ ὀρθὸν οὐδαμῇ νομίζειν· τοῦ γὰρ παντὸσ οὐρανοῦ σφαιροειδοῦσ ὄντοσ, ὅσα μὲν ἀφεστῶτα ἴσον τοῦ μέσου γέγονεν ἔσχατα, ὁμοίωσ αὐτὰ χρὴ ἔσχατα πεφυκέναι, τὸ δὲ μέσον τὰ αὐτὰ μέτρα τῶν ἐσχάτων ἀφεστηκὸσ ἐν τῷ καταντικρὺ νομίζειν δεῖ πάντων εἶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기