호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ μὲν δὴ ἅπαντα ταῦτα διατάξασ ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει· μένοντοσ δὲ νοήσαντεσ οἱ παῖδεσ τὴν τοῦ πατρὸσ τάξιν ἐπείθοντο αὐτῇ, καὶ λαβόντεσ ἀθάνατον ἀρχὴν θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸσ καὶ γῆσ ὕδατόσ τε καὶ ἀέροσ ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡσ ἀποδοθησόμενα πάλιν, εἰσ ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοῖσ ἀλύτοισ οἷσ αὐτοὶ συνείχοντο δεσμοῖσ, ἀλλὰ διὰ σμικρότητα ἀοράτοισ πυκνοῖσ γόμφοισ συντήκοντεσ, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σῶμα ἕκαστον, τὰσ τῆσ ἀθανάτου ψυχῆσ περιόδουσ ἐνέδουν εἰσ ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기