호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τάδε μὲν γάρ, ὅσα ἐντὸσ τοῦ στόματοσ οὗ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἐκεῖνο δὲ πέλαγοσ ὄντωσ ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶσ ἀληθῶσ ὀρθότατ’ ἂν λέγοιτο ἤπειροσ. ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμισ βασιλέων, κρατοῦσα μὲν ἁπάσησ τῆσ νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆσ ἠπείρου· πρὸσ δὲ τούτοισ ἔτι τῶν ἐντὸσ τῇδε Λιβύησ μὲν ἦρχον μέχρι πρὸσ Αἴγυπτον, τῆσ δὲ Εὐρώπησ μέχρι Τυρρηνίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기