호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ Κουρεῶτισ ἡμῖν οὖσα ἐτύγχανεν Ἀπατουρίων. τὸ δὴ τῆσ ἑορτῆσ σύνηθεσ ἑκάστοτε καὶ τότε συνέβη τοῖσ παισίν· ἆθλα γὰρ ἡμῖν οἱ πατέρεσ ἔθεσαν ῥαψῳδίασ. πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ἅτε δὲ νέα κατ’ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνοσ πολλοὶ τῶν παίδων ᾔσαμεν. εἶπεν οὖν τισ τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὖ τῶν ποιητῶν πάντων ἐλευθεριώτατον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기