호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγεισ δὲ εἶναι τίνασ ταύτασ τὰσ τέχνασ; εἶπεν ἂν ἴσωσ ὅτι γυμναστικὴ καὶ ἰατρική. καὶ νῦν δὴ τίνα φαμὲν εἶναι τὴν ἐπὶ τῇ τῆσ ψυχῆσ ἀρετῇ τέχνην; λεγέσθω. " ὁ δὴ δοκῶν αὐτῶν ἐρρωμενέστατοσ εἶναι πρὸσ ταῦτα ἀποκρινόμενοσ εἶπέν μοι ταύτην τὴν τέχνην εἶναι ἥνπερ ἀκούεισ σὺ λέγοντοσ, ἔφη, Σωκράτουσ, οὐκ ἄλλην ἢ δικαιοσύνην. εἰπόντοσ δ’ ἐμοῦ "μή μοι τὸ ὄνομα μόνον εἴπῃσ, ἀλλὰ ὧδε.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기