호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ποῖ φέρεσθε, ὤνθρωποι; καὶ ἀγνοεῖτε οὐδὲν τῶν δεόντων πράττοντεσ, οἵτινεσ χρημάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχετε ὅπωσ ὑμῖν ἔσται, τῶν δ’ ὑέων οἷσ ταῦτα παραδώσετε ὅπωσ ἐπιστήσονται χρῆσθαι δικαίωσ τούτοισ, οὔτε διδασκάλουσ αὐτοῖσ εὑρίσκετε τῆσ δικαιοσύνησ, εἴπερ μαθητόν ‐ εἰ δὲ μελετητόν τε καὶ ἀσκητόν, οἵτινεσ ἐξασκήσουσιν καὶ ἐκμελετήσουσιν ἱκανῶσ ‐ οὐδέ γ’ ἔτι πρότερον ὑμᾶσ αὐτοὺσ οὕτωσ ἐθεραπεύσατε. ἀλλ’ ὁρῶντεσ γράμματα καὶ μουσικὴν καὶ γυμναστικὴν ὑμᾶσ τε αὐτοὺσ καὶ τοὺσ παῖδασ ὑμῶν ἱκανῶσ μεμαθηκότασ ‐ ἃ δὴ παιδείαν ἀρετῆσ εἶναι τελέαν ἡγεῖσθε ‐ κἄπειτα οὐδὲν ἧττον κακοὺσ γιγνομένουσ περὶ τὰ χρήματα, πῶσ οὐ καταφρονεῖτε τῆσ νῦν παιδεύσεωσ οὐδὲ ζητεῖτε οἵτινεσ ὑμᾶσ παύσουσι ταύτησ τῆσ ἀμουσίασ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기