호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα πολλοῦ πολέμου γενομένου, καὶ πάντων τῶν Ἑλλήνων ἐπιστρατευσάντων καὶ τεμόντων τὴν χώραν καὶ ἀναξίαν χάριν ἐκτινόντων τῇ πόλει, νικήσαντεσ αὐτοὺσ ναυμαχίᾳ οἱ ἡμέτεροι καὶ λαβόντεσ αὐτῶν τοὺσ ἡγεμόνασ Λακεδαιμονίουσ ἐν τῇ Σφαγίᾳ, ἐξὸν αὐτοῖσ διαφθεῖραι ἐφείσαντο καὶ ἀπέδοσαν καὶ εἰρήνην ἐποιήσαντο, ἡγούμενοι πρὸσ μὲν τὸ ὁμόφυλον μέχρι νίκησ δεῖν πολεμεῖν, καὶ μὴ δι’ ὀργὴν ἰδίαν πόλεωσ τὸ κοινὸν τῶν Ἑλλήνων διολλύναι, πρὸσ δὲ τοὺσ βαρβάρουσ μέχρι διαφθορᾶσ. τούτουσ δὴ ἄξιον ἐπαινέσαι τοὺσ ἄνδρασ, οἳ τοῦτον τὸν πόλεμον πολεμήσαντεσ ἐνθάδε κεῖνται, ὅτι ἐπέδειξαν, εἴ τισ ἄρα ἠμφεσβήτει ὡσ ἐν τῷ προτέρῳ πολέμῳ τῷ πρὸσ τοὺσ βαρβάρουσ ἄλλοι τινὲσ εἰε͂ν ἀμείνουσ Ἀθηναίων, ὅτι οὐκ ἀληθῆ ἀμφισβητοῖεν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기