호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάντωσ δὲ πλείστασ τέχνασ πάντων σοφώτατοσ εἶ ἀνθρώπων, ὡσ ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου, πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντοσ ἐν ἀγορᾷ ἐπὶ ταῖσ τραπέζαισ. ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰσ Ὀλυμπίαν ἃ εἶχεσ περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων· πρῶτον μὲν δακτύλιον ‐ ἐντεῦθεν γὰρ ἤρχου ‐ ὃν εἶχεσ σαυτοῦ ἔχειν ἔργον, ὡσ ἐπιστάμενοσ δακτυλίουσ γλύφειν, καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸσ ἠργάσω·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기