호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δυνατοὶ μὲν δή, ὡς ἐοίκεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι: ἦ γάρ· ναί. πολύτροποι δ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος· ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως. φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἐοίκεν. ναὶ μὰ Δία, λίαν γε. φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται· καὶ μάλα σφόδρα ἐπίστανται: διὰ ταῦτα καὶ κακουργοῦσιν. ἐπιστάμενοι δὲ ταῦτα ἃ ἐπίστανται πότερον ἀμαθεῖς εἰσιν ἢ σοφοί· σοφοὶ μὲν οὖν αὐτά γε ταῦτα, ἐξαπατᾶν. ἔχε δή:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기