호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι, φήσομεν, καταγελῴη ἂν ἡμῶν οὐδεὶσ ὅστισ οὔ, εἰ φαῖμεν μὴ ἡδὺ εἶναι φαγεῖν, ἀλλὰ καλόν, καὶ ὄζειν ἡδὺ μὴ ἡδὺ ἀλλὰ καλόν· τὰ δέ που περὶ τὰ ἀφροδίσια πάντεσ ἂν ἡμῖν μάχοιντο ὡσ ἥδιστον ὄν, δεῖν δὲ αὐτό, ἐάν τισ καὶ πράττῃ, οὕτω πράττειν ὥστε μηδένα ὁρᾶν, ὡσ αἴσχιστον ὂν ὁρᾶσθαι. ταῦτα ἡμῶν λεγόντων, ὦ Ἱππία, "μανθάνω," ἂν ἴσωσ φαίη, "καὶ ἐγὼ ὅτι πάλαι αἰσχύνεσθε ταύτασ τὰσ ἡδονὰσ φάναι καλὰσ εἶναι, ὅτι οὐ δοκεῖ τοῖσ ἀνθρώποισ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기