호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἂν τοίνυν ταῦτα ὁμολογήσωμεν, γελάσεταί τε καὶ ἐρεῖ· "ὦ Σώκρατεσ, μέμνησαι οὖν ὅτι ἠρωτήθησ; ἔγωγε, φήσω, ὅτι αὐτὸ τὸ καλὸν ὅτι ποτέ ἐστιν. "ἔπειτα," φήσει, "ἐρωτηθεὶσ τὸ καλὸν ἀποκρίνῃ ὃ τυγχάνει ὄν, ὡσ αὐτὸσ φῄσ, οὐδὲν μᾶλλον καλὸν ἢ αἰσχρόν; ἐοίκε, φήσω· ἢ τί μοι συμβουλεύεισ, ὦ φίλε, φάναι; τοῦτο ἔγωγε· καὶ γὰρ δὴ πρόσ γε θεοὺσ ὅτι οὐ καλὸν τὸ ἀνθρώπειον γένοσ, ἀληθῆ ἐρεῖ. "εἰ δέ σε ἠρόμην," φήσει, "ἐξ ἀρχῆσ τί ἐστι καλόν τε καὶ αἰσχρόν, εἴ μοι ἅπερ νῦν ἀπεκρίνω, ἆρ’ οὐκ ἂν ὀρθῶσ ἀπεκέκρισο;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기