- 텍스트

Lucian, Vitarum auctio, (no name) 14:

(루키아노스, Vitarum auctio, (no name) 14:)

ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν·? σὺ δὲ τί κλάεις, ὦ βέλτιστε· πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν. ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, ^: καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορὴν ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ. τί γὰρ ὁ αἰών ἐστι· παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος. τί δὲ ἄνθρωποι· θεοὶ θνητοί. τί δὲ θεοί· ἄνθρωποι ἀθάνατοι. αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης· ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς. οὐδὲν γάρ μοι μέλει ὑμέων. τοιγαροῦν οὐδὲ ὠνήσεταὶ σέ τις εὖ φρονῶν. ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι. τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστὶν οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι. ἄπρατοι καὶ οὗτοι μένουσιν. ἄλλον ἀποκήρυττε.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION