- 텍스트

Lucian, Vitarum auctio, (no name) 8:

(루키아노스, Vitarum auctio, (no name) 8:)

τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ·? παντοδαπός. πῶς λέγεις· τοῦ κόσμου πολίτην ὁρᾷς. ζηλοῖς δὲ δὴ τίνα· τὸν Ἡρακλέα. τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ· τὸ μὲν γὰρ ξύλον ἐοίκας αὐτῷ. τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος. εὖ γε τῆς προαιρέσεως. ἀλλά τι μάλιστα εἰδέναι σε φῶμεν· ἤ τίνα τὴν τέχνην ἔχεις· ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν: τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION