- 텍스트

Lucian, Vitarum auctio, (no name) 4:

(루키아노스, Vitarum auctio, (no name) 4:)

εἶτ ἐπὶ τουτέοισιν ἀριθμέειν.? οἶδα καὶ νῦν ἀριθμεῖν. πῶς ἀριθμέεις· ἕν, δύο, τρία, τέτταρα. ὁρᾷς· ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὁρ´κιον. οὐ μὰ τὸν μέγιστον τοίνυν ὁρ´κον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς. μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται. μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ· καὶ μάλα ἐμφανέα: οὐ γὰρ οἱά῀ τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην. θαυμάσια λέγεις.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION