호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ποδαπὸς εἶ σύ·? Σάμιος. ποῦ δ ἐπαιδεύθης· ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι, φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει· ^ διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ. πῶς ἀναμνήσεις· καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπ αὐτῇ ῥύπον ἐκκλύσας. καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως· τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν. ὡρ´α σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν· Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι. χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기