- 텍스트

Lucian, Toxaris vel amicitia, (no name) 53:

(루키아노스, Toxaris vel amicitia, (no name) 53:)

ὁ δὲ Ἀδύρμαχος ὡς ἤκουσε τὴν ἐπιβουλήν, εἰς μὲν τὸν Βόσπορον οὐκέτι ἦλθεν - ἤδη γὰρ Εὐβίοτος ἦρχεν, ἐπικληθεὶς ἐκ Σαυροματῶν, παρ οἷς διέτριβεν - εἰς δὲ τὴν αὑτοῦ ἐπανελθὼν καὶ στρατιὰν πολλὴν συναγαγὼν διὰ τῆς ὀρεινῆς εἰσέβαλεν εἰς τὴν Σκυθίαν καὶ ὁ Εὐβίοτος οὐ μετὰ πολὺ καὶ οὗτος εἰσέπεσεν ἄγων πανδημεὶ μὲν τοὺς Ἕλληνας, Ἀλανοὺς δὲ καὶ Σαυρομάτας ἐπικλήτους ἑκατέρους δισμυρίους.? ἀναμίξαντες δὲ τὰ στρατεύματα ὁ Εὐβίοτος καὶ ὁ Ἀδύρμαχος, ἐννέα μυριάδες ἅπαντες ἐγένοντο καὶ τούτων τὸ τρίτον ἱπποτοξόται. ἡμεῖς δὲ: - καὶ γὰρ αὐτὸς μετέσχον τῆς ἐξόδου αὐτοῖς, ἐπιδοὺς ἐν τῇ βύρσῃ τότε ἱππέας αὐτοτελεῖς ἑκατόν - οὐ πολλῷ ἔλαττον τῶν τρισμυρίων σὺν τοῖς ἱππεῦσιν ἀθροισθέντες ὑπεμένομεν τὴν ἔφοδον ἐστρατήγει δὲ ὁ Ἀρσακόμας. καὶ ἐπειδὴ προσιόντας εἴδομεν αὐτούς, ἀντεπήγομεν, προεπαφέντες τὸ ἱππικόν. γενομένης δὲ ἐπὶ πολὺ μάχης καρτερᾶς ἐνεδίδου ἤδη τὰ ἡμέτερα καὶ παρερρήγνυτο ἡ φάλαγξ, καὶ τέλος εἰς δύο διεκόπη τὸ Σκυθικὸν ἅπαν, καὶ τὸ μὲν ὑπέφευγεν, οὐ πάνυ σαφῶς ἡττημένον, ἀλλ ἀναχώρησις ἐδόκει ἡ φυγή: οὐδὲ γὰρ οἱ Ἀλανοὶ ἐτόλμων ἐπὶ πολὺ διώκειν. τὸ δὲ ἥμισυ, ὅπερ καὶ ἔλαττον, περισχόντες οἱ Ἀλανοὶ καὶ Μάχλυες ἔκοπτον πανταχόθεν ἀφθόνως ἀφιέντες τῶν ὀϊστῶν καὶ ἀκοντίων, ὥστε πάνυ ἐπονοῦντο ἡμῶν οἱ περιεσχημένοι, καὶ ἤδη προϊέντο οἱ πολλοὶ τὰ ὅπλα.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION