호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"δέδεξο εἶπεν, καὶ παρ’ ἐμοῦ τὴν ὑπόσχεσιν. "Τοῦ δὲ πρὸσ τὸ ἀνέλπιστον τοῦ θεάματοσ καταπλαγέντοσ καὶ χάριν ὁμολογοῦντοσ, παῦε, ἔφη ὁ Μακέντησ, ἄλλον με ποιῶν σεαυτοῦ· "τὸ γάρ χάριν ἐμοὶ ὁμολογεῖν ἐφ’ οἷσ ἔπραξα τούτοισ τοιόνδε ἐστὶν ὥσπερ ἂν εἰ ἡ ἀριστερά μου χάριν εἰδείη τῇ δεξιᾷ διότι τρωθεῖσάν ποτε αὐτὴν ἐθεράπευσε καὶ φιλοφρόνωσ ἐπεμελήθη καμνούσησ. "γελοῖα τοίνυν καὶ ἡμεῖσ ἂν ποιοῖμεν εἰ πάλαι ἀναμιχθέντεσ καὶ ὡσ οἱο͂́ν τε ἦν εἰσ ἕνα συνελθόντεσ ἔτι μέγα νομίζοιμεν εἶναι εἰ τό μέροσ ἡμῶν ἔπραξέ τι χρηστὸν ὑπὲρ ὅλου τοῦ σώματοσ· "ὑπὲρ αὑτοῦ γὰρ ἔπραττεν, μέροσ ὂν τοῦ ὅλου εὖ πάσχοντοσ. Οὕτωσ μὲν ὁ Μακέντησ ἔφη τῷ Ἀρσακόμᾳ χάριν ὁμολογήσαντι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기