호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν ὁ Λογχάτης ἔπραξεν καὶ τὴν ὑπόσχεσιν ἀπεπλήρωσεν τῷ Ἀρσακόμᾳ παραδοὺς τὴν κεφαλὴν τοῦ Λευκάνορος.? "ὦ Ἀδύρμαχε, σὲ γαμβρὸν ὄντα ἐπὶ τὴν βασιλείαν καλεῖ: "ὥστε σὺ μὲν προελάσας παραλάμβανε τὴν ἀρχήν, τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς, ἡ κόρη δέ σοι κατόπιν ἐπὶ τῶν ἁμαξῶν ἑπέσθω: "ῥᾷον γὰρ οὕτω προσάξεις Βοσπορανῶν τοὺς πολλούς, ἰδόντας τὴν Λευκάνορος θυγατέρα. "ἐγὼ δὲ Ἀλανός τέ εἰμι καὶ τῇ παιδὶ ταύτῃ συγγενὴς μητρόθεν παρ ἡμῶν γὰρ οὖσαν τὴν Μάστειραν ἠγάγετο ὁ Λευκάνωρ. "καὶ νῦν σοι ἥκω παρὰ τῶν Μαστείρας ἀδελφῶν τῶν ἐν Ἀλανίᾳ παρακελευομένων ὅτι τάχιστα ἐλαύνειν ἐπὶ τὸν Βόσπορον καὶ μὴ περιιδεῖν ἐς ^ Εὐβίοτον περιελθοῦσαν τὴν ἀρχήν, ὃς ἀδελφὸς ὢν νόθος Λευκάνορος Σκύθαις μὲν ἀεὶ φίλος ἐστίν, Ἀλανοῖς δὲ ἀπέχθεται,. Ταῦτα δὲ ἔλεγεν ὁ Μακέντης ὁμόσκευος καὶ ὁμόγλωττος τοῖς Ἀλανοῖς ὤν κοινὰ γὰρ ταῦτα Ἀλανοῖς καὶ Σκύθαις, πλὴν ὅτι οὐ πάνυ κομῶσιν οἱ Ἀλανοὶ ὥσπερ οἱ Σκύθαι. ἀλλὰ ὁ Μακέντης καὶ τοῦτο εἴκαστο αὐτοῖς καὶ ἀποκεκάρκει, τῆς κόμης ὁπόσον εἰκὸς ἦν ἔλαττον κομᾶν τὸν Ἀλανὸν τοῦ Σκύθου: ὥστε ἐπιστεύετο διὰ ταῦτα καὶ ἐδόκει ^ Μαστείρας καὶ Μαζαίας συγγενὴς εἶναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기