호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ ἔθος ἡμῖν τὸ περὶ τὴν βύρσαν οὕτως ἔχει:? ἐπειδὰν ἀδικηθείς τις πρὸς ἑτέρου, ἀμύνασθαι βουλόμενος, ἴδῃ καθ ἑαυτὸν οὐκ ἀξιόμαχος ὤν, βοῦν ἱερεύσας τὰ μὲν κρέα κατακόψας ἥψησεν, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν κάθηται ἐπ αὐτῆς, εἰς τοὐπίσω παραγαγὼν ^ τὼ χεῖρε ὥσπερ οἱ ἐκ τῶν ἀγκώνων δεδεμένοι. καὶ τοῦτό ἐστιν ἡμῖν ἡ μεγίστη ἱκετηρία. παρακειμένων δὲ τῶν κρεῶν τοῦ βοὸς προσιόντες οἱ οἰκεῖοι καὶ τῶν ἄλλων ὁ βουλόμενος μοῖραν ἕκαστος λαβὼν ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα ὑπισχνεῖται κατὰ δύναμιν, ὁ μὲν πέντε ἱππέας παρέξειν ἀσίτους καὶ ἀμίσθους, ὁ δὲ δέκα, ὁ δὲ πλείους, ὁ δὲ ὁπλίτας ἢ ^ πεζοὺς ὁπόσους ἂν δύνηται, ὁ δὲ μόνον ἑαυτόν, ὁ πενέστατος. ἀθροίζεται οὖν ἐπὶ τῆς βύρσης πολὺ πλῆθος ἐνίοτε, καὶ τὸ τοιοῦτο σύνταγμα βεβαιότατόν τέ ἐστι συμμεῖναι καὶ ἀπρόσμαχον τοῖς ἐχθροῖς ἅτε καὶ ἔνορκον ὄν: τὸ γὰρ ἐπιβῆναι τῆς βύρσης ὁρ´κος ἐστίν. ὁ μὲν οὖν Ἀρσακόμας ἐν τούτοις ἦν, καὶ ἠθροίσθησαν αὐτῷ ἱππεὶς μὲν ἀμφὶ τοὺς πεντακισχιλίους, ὁπλῖται δὲ καὶ πεζοὶ συναμφότεροι δισμύριοι . ὁ δὲ Λογχάτης ἀγνοούμενος παρελθὼν ἐς τὸν Βόσπορον προσέρχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기