호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο γενόμενον παρεμυθήσατο ἅπαντασ Σκύθασ καὶ οὐκέτι ἡττᾶσθαι ἐνόμιζον, ὁρῶντεσ ὅτι τὸ μέγιστον ἡμῖν τῶν ἀγαθῶν οὐκ ἀπήγαγον οἱ πολέμιοι, ἀλλ’ ἔτι ^ ἦν παρ’ ἡμῖν ἡ ἀγαθὴ γνώμη καὶ ἡ πρὸσ τοὺσ φίλουσ πίστισ. καὶ τοὺσ Σαυρομάτασ δὲ τὸ αὐτὸ οὐ μετρίωσ ἐφόβησε, λογιζομένουσ πρὸσ οἱούσ ἄνδρασ ἐκ παρασκευῆσ μαχοῦνται, εἰ καὶ ἐν τῷ ἀπροσδοκήτῳ τότε ὑπερέσχον· ὥστε νυκτὸσ ἐπιγενομένησ ἀπολιπόντεσ τὰ πλεῖστα τῶν βοσκημάτων καὶ τὰσ ἁμάξασ ἐμπρήσαντεσ ᾤχοντο φεύγοντεσ. ὁ μέντοι Ἀμιζώκησ οὐκέτι ἠνέσχετο βλέπειν αὐτὸσ ἐπὶ τυφλῷ τῷ Δανδάμιδι, ἀλλὰ τυφλώσασ καὶ αὐτὸσ ἑαυτὸν ἀμφότεροι κάθηνται ὑπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν δημοσίᾳ μετὰ πάσησ τιμῆσ τρεφόμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기