호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταύτην οὖν τότε οἱ Δεινίου κόλακεσ παραλαμβάνουσιν ἐπὶ τὸ μειράκιον, καὶ τὰ πολλὰ ὑπεκωμῴδουν, συνωθοῦντεσ αὐτὸν εἰσ τὸν ἔρωτα τῆσ Χαρικλείασ. ἡ δὲ πολλοὺσ ἤδη νέουσ ἐκτραχηλίσασα καὶ μυρίουσ ἔρωτασ ὑποκριναμένη καὶ οἴκουσ πολυταλάντουσ ἀνατρέψασα, ποικίλον τι καὶ πολυγύμναστον κακόν, παραλαβοῦσα εἰσ τὰσ χεῖρασ ἁπλοϊκὸν καὶ ἄπειρον τῶν τοιούτων μηχανημάτων νεανίσκον οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων, ἀλλὰ περιέχουσα πανταχόθεν καὶ διαπείρασα, ὅτε ἤδη παντάπασιν ἐκράτει, αὐτή τε ἀπώλετο ὑπὸ τῆσ ἄγρασ καὶ τῷ κακοδαίμονι Δεινίᾳ μυρίων κακῶν αἰτία ἐγένετο. τὸ μὲν γάρ πρῶτον εὐθὺσ ἐκεῖνα ἐπ’ αὐτὸν καθίει τὰ γραμματεῖα, συνεχῶσ ^ πεμπομένη τὴν ἅβραν, ὡσ ἐδάκρυσε καὶ ἐπηγρύπνησε καὶ τέλοσ ὡσ ἀπάγξει ἑαυτὴν ἡ ἀθλία ὑπὸ τοῦ ἔρωτοσ, ἑώσ δὴ ὁ μακάριοσ ἐπείσθη καλὸσ εἶναι καὶ ταῖσ Ἐφεσίων γυναιξὶ περιπόθητοσ, καί που συνηνέχθη πολλὰ ἱκετευθείσ. τὸ ἐντεῦθεν ἤδη ῥᾷον, ὡσ τὸ εἰκόσ, ἁλώσεσθαι ἔμελλεν ὑπὸ γυναικὸσ καλῆσ καὶ πρὸσ ἡδονήν τε ὁμιλῆσαι ἐπισταμένησ καὶ ἐν καιρῷ δακρῦσαι καὶ μεταξὺ τῶν λόγων ἐλεεινῶσ ὑποστενάξαι καὶ ἀπιόντοσ ἤδη λαβέσθαι καὶ εἰσελθόντι προσδραμεῖν καὶ καλλωπίζεσθαι ὡσ ἂν μάλιστα ἀρέσειε, καί που καί ᾆσαι καί κιθαρίσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기