호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἴ δ’ οὖν δοκεῖ, οὕτω νῦν ποιῶμεν. τοὺσ μὲν παλαιοὺσ φίλουσ ἀτρεμεῖν ἐάσωμεν, εἴ τινασ ἢ ἡμεῖσ ἢ ὑμεῖσ τῶν πάλαι καταριθμεῖν ἔχομεν, ἐπεὶ κατά γε τοῦτο πλεονεκτοῖτε ἄν, πολλοὺσ καὶ ἀξιοπίστουσ μάρτυρασ τοὺσ ποιητὰσ παρεχόμενοι τὴν Ἀχιλλέωσ καὶ Πατρόκλου φιλίαν καὶ τὴν Θησέωσ καὶ Πειρίθου καὶ τῶν ἄλλων ἑταιρείαν ἐν καλλίστοισ ἔπεσι καὶ μέτροισ ῥαψῳδοῦντασ· ὀλίγουσ δέ τινασ προχειρισάμενοι τῶν καθ’ ἡμᾶσ αὐτοὺσ καὶ τὰ ἔργα αὐτῶν διηγησάμενοι, ἐγὼ μὲν τὰ Σκυθικά, σὺ δὲ τὰ Ἑλληνικά, ὁπότεροσ ^ ἂν ἐν τούτοισ κρατῇ καὶ ἀμείνουσ παράσχηται τοὺσ φίλουσ, αὐτόσ τε νενικηκὼσ ἔσται καὶ τὴν αὑτοῦ ἀνακηρύξει, κάλλιστον ἀγῶνα καὶ σεμνότατον ἀγωνισάμενοσ. ὡσ ἔγωγε πολὺ ἥδιον ἂν μοι δοκῶ μονομαχῶν ἡττηθεὶσ ἀποτμηθῆναι τὴν δεξιάν, ὅπερ ἥττησ Σκυθικῆσ ἐπιτίμιόν ἐστιν, ἢ χείρων ἄλλου κατὰ φιλίαν κεκρίσθαι, καὶ ταῦτα Ἕλληνοσ, Σκύθησ αὐτὸσ ὤν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기