호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνουσ, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάντων πιθανώτατοι. ἐμοὶ γοῦν τέωσ ἄλλωσ γιγνώσκοντι ἤδη καὶ αὐτῷ δίκαια ποιεῖν δοκεῖτε οὕτωσ Ὀρέστην καὶ Πυλάδην ἐκθειάσαντεσ. ἐλελήθεισ δέ με, ὦ γενναῖε, καὶ γραφεὺσ ἀγαθὸσ ὤν. πάνυ γοῦν ἐναργῶσ ἐπέδειξασ ἡμῖν τὰσ ἐν τῷ Ὀρεστείῳ εἰκόνασ καὶ τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων τραύματα, πλὴν ἀλλ’ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαισ· ἅτε γὰρ ἀξένουσ καὶ ἀγρίουσ ὄντασ αὐτοὺσ ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸσ τοὺσ οἰκειοτάτουσ ἐπαναιρεῖσθαι, τεκμαιρόμενοσ τοῖσ τε ἄλλοισ ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι κατεσθίουσι τοὺσ πατέρασ ἀποθανόντασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기