- 텍스트

Lucian, Timon, (no name) 45:

(루키아노스, Timon, (no name) 45:)

οὐκ ἐγὼ ἔλεγον ὡς οὐκ ἀμελήσουσι Τίμωνος ἀγαθοῦ ἀνδρὸς οἱ θεοί·? χαῖρε Τίμων εὐμορφότατε καὶ ἥδιστε καὶ συμποτικώτατε. νὴ καὶ σύ γε, ὦ Γναθωνίδη, γυπῶν ἁπάντων βορώτατε καὶ ἀνθρώπων ἐπιτριπτότατε. ἀεὶ φιλοσκώμμων σύ γε. ἀλλὰ ποῦ τὸ συμπόσιον· ὡς καινὸν τί σοι ᾆσμα τῶν νεοδιδάκτων διθυράμβων ἥκω κομίζων. καὶ μὴν ἐλεγεῖά γε ᾄσῃ μάλα περιπαθῶς ὑπὸ ταύτῃ τῇ δικέλλῃ. τί τοῦτο· παίεις, ὦ Τίμων· μαρτύρομαι: ὦ Ἡράκλεις, ἰοὺ ἰού, προκαλοῦμαί σε τραύματος εἰς Ἄρειον πάγον. καὶ μὴν ἄν γε μικρὸν ἐπιβραδύνῃς, φόνου τάχα προκεκλήσομαι. μηδαμῶς: ἀλλὰ σύ γε πάντως τὸ τραῦμα ἰάσαι μικρὸν ἐπιπάσας τοῦ χρυσίου δεινῶς γὰρ ἴσχαιμόν ἐστι τὸ φάρμακον. ἔτι γὰρ μένεις· ἄπειμι: σὺ δὲ οὐ χαιρήσεις οὕτω σκαιὸς ἐκ χρηστοῦ γενόμενος, τίς οὗτός ἐστιν ὁ προσιών, ὁ ἀναφαλαντίας·?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION