호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς οὗτός ἐστιν, ὦ Ἑρμῆ, ὁ κεκραγὼς ἐκ τῆς Ἀττικῆς παρὰ τὸν Ὑμηττὸν ἐν τῇ ὑπωρείᾳ πιναρὸς ὅλος καὶ αὐχμῶν καὶ ὑποδίφθερος·? τί παθὼν οὖν τοιοῦτός ἐστιν, αὐχμηρός, ἄθλιος,^ καὶ σκαπανεὺς καὶ μισθωτός, ὡς ἐοίκεν, οὕτω βαρεῖαν καταφέρων τὴν δίκελλαν· σκάπτει δὲ οἶμαι ἐπικεκυφῶς: λάλος ἅνθρωπος καὶ θρασύς. ἦ που φιλόσοφός ἐστιν οὐ γὰρ ἂν οὕτως ἀσεβεῖς τοὺς λόγους διεξῄει καθ ἡμῶν. τί φῄς, ὦ πάτερ· ἀγνοεῖς Τίμωνα τὸν Ἐχεκρατίδου τὸν Κολλυτέα· ^ οὗτός ἐστιν ὁ πολλάκις ἡμᾶς καθ ἱερῶν τελείων ἑστιάσας, ὁ νεόπλουτος, ὁ τὰς ὅλας ἑκατόμβας, παρ ᾧ λαμπρῶς ἑορτάζειν εἰώθαμεν τὰ Διάσια. φεῦ τῆς ἀλλαγῆς: ὁ καλὸς ἐκεῖνος, ὁ πλούσιος, περὶ ὃν οἱ τοσοῦτοι φίλοι·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기