- 텍스트

Lucian, Prometheus, (no name) 21:

(루키아노스, Prometheus, (no name) 21:)

θάρρει:? καὶ συνευωχήσομαι ὑμῖν καὶ ὁ Ζεὺς λύσει με οὐκ ἀντὶ μικρᾶς εὐεργεσίας. τίνος ταύτης· μὴ γὰρ ὀκνήσῃς εἰπεῖν. οἶσθα, ὦ Ἑρμῆ, τὴν Θέτιν· ἀλλ οὐ χρὴ λέγειν φυλάττειν γὰρ ἄμεινον τὸ ἀπόρρητον, ὡς μισθὸς εἰή καὶ λύτρα μοι ἀντὶ τῆς καταδίκης. ἀλλὰ φύλαττε, ὦ Τιτάν, εἰ τοῦτ ἄμεινον. ἡμεῖς δὲ ἀπίωμεν, ὦ Ἥφαιστε: καὶ γὰρ ἤδη πλησίον οὑτοσὶ ὁ ἀετός. ὑπόμενε οὖν καρτερῶς: εἰή δέ γε ἤδη σοι τὸν Θηβαῖον ὃν φὴς τοξότην ἐπιφανῆναι, ὡς παύσειέ σε ἀνατεμνόμενον ὑπὸ τοῦ ὀρνέου.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION