호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ καὶ ἐπὶ τὸ πῦρ, εἰ δοκεῖ, μέτειμι καὶ τὴν ἐπονείδιστον ταύτην κλοπήν. καὶ πρὸσ θεῶν τοῦτό μοι ἀπόκριναι μηδὲν ὀκνήσασ· ἔσθ’ ὅ τι ἡμεῖσ τοῦ πυρὸσ ἀπολωλέκαμεν, ἐξ οὗ καὶ παρ’ ἀνθρώποισ ἐστίν; οὐκ ἂν εἴποισ. αὕτη γάρ, οἶμαι, φύσισ τουτουὶ τοῦ κτήματοσ, οὐδέν τι ἔλαττον γίγνεται, εἰ καί τισ ἄλλοσ αὐτοῦ μεταλάβοι· οὐ γὰρ ἀποσβέννυται ἐναυσαμένου τινόσ· φθόνοσ δὲ δὴ ἄντικρυσ τὸ τοιοῦτο, ἀφ’ ὧν μηδὲν ὑμεῖσ ἠδίκησθε, τούτων κωλύειν μεταδιδόναι τοῖσ δεομένοισ. καὶ ἔξω φθόνου παντὸσ ἑστάναι· ὅπου γε καὶ εἰ τὸ πᾶν τοῦτο πῦρ ὑφελόμενοσ κατεκόμισα ἐσ τὴν γῆν μηδ’ ὅλωσ τι αὐτοῦ καταλιπών, οὐ μεγάλα ὑμᾶσ ἠδίκουν οὐδὲν γὰρ ὑμεῖσ δεῖσθε αὐτοῦ μήτε ῥιγοῦντεσ μήτε ἕψοντεσ τὴν ἀμβροσίαν μήτε φωτὸσ ἐπιτεχνητοῦ δεόμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기