- 텍스트

Lucian, Prometheus, (no name) 4:

(루키아노스, Prometheus, (no name) 4:)

ὃς τὰ τοιαῦτά μοι προφέρεις, ἐφ οἷς ἔγωγε τῆς ἐν πρυτανείῳ σιτήσεως, εἰ τὰ δίκαια ἐγίγνετο, ἐτιμησάμην ἂν ἐμαυτῷ.? εἰ γοῦν σχολή σοι, ἡδέως ἂν καὶ δικαιολογησαίμην ὑπὲρ τῶν ἐγκλημάτων, ὡς δείξαιμι ἄδικα ἐγνωκότα περὶ ἡμῶν τὸν Δία: σὺ δὲ - στωμύλος γὰρ εἶ καὶ δικανικὸς - ἀπολόγησαι ὑπὲρ αὐτοῦ ὡς δικαίαν τὴν ψῆφον ἔθετο, ἀνεσταυρῶσθαί με πλησίον τῶν Κασπίων τούτων πυλῶν ἐπὶ τοῦ Καυκάσου, οἴκτιστον θέαμα πᾶσι Σκύθαις. ἑώλον μέν, ὦ Προμηθεῦ, τὴν ἔφεσιν ἀγωνιῇ καὶ ἐς οὐδὲν δέον ὅμως δ οὖν λέγε: καὶ γὰρ ἄλλως περιμένειν ἀναγκαῖον, ἔστ ἂν ὁ ἀετὸς καταπτῇ ἐπιμελησόμενός σου τοῦ ἥπατος. τὴν ἐν τῷ μέσῳ δὴ ταύτην σχολὴν καλῶς ἂν ἔχον εἰή ^ εἰς ἀκρόασιν καταχρήσασθαι σοφιστικήν, οἱο῀ς εἶ σὺ πανουργότατος ἐν τοῖς λόγοις.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION