호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἔλεγεν, τὰ μὲν ἄλλα ἐπαινοῦσα τοῦ συγγράμματος, ἓν δὲ τοῦτο οὐ φέρουσα, ὅτι θεαῖς αὐτήν, Ἥρᾳ καὶ Ἀφροδίτῃ, εἴκασας:? "μᾶλλον δὲ ὑπὲρ ἅπασαν τὴν ἀνθρωπίνην φύσιν τὰ τοιαῦτα. "ἐγὼ δέ σε οὐδ ἐκεῖνα ἠξίουν, ταῖς ἡρωϊ´ναις παραθεωρεῖν με Πηνελόπῃ καὶ Ἀρήτῃ καὶ Θεανοῖ, οὐχ ὅπως θεῶν ταῖς ἀρίσταις. "τὰ πρὸς τοὺς θεοὺς δεισιδαιμόνως καὶ ψοφοδεῶς ἔχω. "δέδια τοίνυν μὴ κατὰ τὴν Κασσιέπειαν εἶναι δόξω τὸν τοιοῦτον ἔπαινον προσιεμένη: "καίτοι Νηρηϊ´σιν ἐκείνη ἀντεξητάζετο,Ἥραν δὲ καὶ Ἀφροδίτην ἔσεβεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기