- 텍스트

Lucian, Necyomantia, (no name) 2:

(루키아노스, Necyomantia, (no name) 2:)

ἀτάρ εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει·? καινὸν οὐδέν, ἀλλ οἱᾶ καὶ πρὸ τοῦ ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν. ἄθλιοι καὶ κακοδαίμονες: οὐ γὰρ ἴσασιν οἱᾶ ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἱᾶ κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς. τί φής · δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε · νὴ Δία, καὶ πολλά γε: ἀλλ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος. μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί: πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τὰ τ ἄλλα καὶ πρὸς μεμυημένον. χαλεπὸν μὲν ἐπιτάττεις τὸ , ἐπίταγμα καὶ οὐ πάντῃ εὐσεβές πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας - μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δ ὁ τῆς πορείας ἡγεμών, εἶθ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρ αὐτοῖς: εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION