호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πλάτων δὲ ὁ ἱερώτατος ἓν καὶ ὀγδοήκοντα.? Ἀθηνόδωρος Σάνδωνος Ταρσεὺς Στωϊκός, ὃς καὶ διδάσκαλος ἐγένετο Καίσαρος Σεβαστοῦ θεοῦ, ὑφ οὗ ἡ Ταρσέων πόλις καὶ φόρων ἐκουφίσθη, δύο καὶ ὀγδοήκοντα ἔτη βιοὺς ἐτελεύτησεν ἐν τῇ πατρίδι, καὶ τιμὰς ὁ Ταρσέων δῆμος αὐτῷ κατ ἔτος ἕκαστον ἀπονέμει ὡς ἡρ´ωϊ. Νέστωρ δὲ Στωϊκὸς ἀπὸ Ταρσοῦ διδάσκαλος Καίσαρος Τιβερίου ἔτη δύο καὶ ἐνενήκοντα: Ξενοφῶν δὲ ὁ Γρύλλου ὑπὲρ τὰ ἐνενήκοντα ἐβίωσεν ἔτη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기