호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ξενοφάνης δὲ ὁ Δεξίνου μὲν υἱός, Ἀρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα:? Ξενοκράτης δὲ Πλάτωνος μαθητὴς γενόμενος τέσσαρα καὶ ὀγδοήκοντα: Καρνεάδης δὲ ὁ τῆς νεωτέρας Ἀκαδημίας ἀρχηγὸς ἔτη πέντε καὶ ὀγδοήκοντα: Χρύσιππος ἓν καὶ ὀγδοήκοντα Διογένης δὲ ὁ Σελευκεὺς ἀπὸ Τίγριος Στωϊκὸς φιλόσοφος ὀκτὼ καὶ ὀγδοήκοντα: Ποσειδώνιος Ἀπαμεὺς τῆς Συρίας, νόμῳ δὲ Ῥόδιος, φιλόσοφός τε ἅμα καὶ ἱστορίας συγγραφεύς τέσσαρα καὶ ὀγδοήκοντα: Κριτόλαος ὁ Περιπατητικὸς ὑπὲρ δύο. καὶ ὀγδοήκοντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기