호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Νέστορα μὲν οὖν τὸν σοφώτατον τῶν Ἀχαιῶν ἐπὶ τρεῖσ παρατεῖναι γενεὰσ Ὅμηροσ λέγει, ὃν συνίστησιν ἡμῖν γεγυμνασμένον ἄριστα καὶ ψυχῇ καὶ σώματι. καὶ Τειρεσίαν δὲ τὸν μάντιν ἡ τραγῳδία μέχρισ ἓξ γενεῶν παρατεῖναι λέγει. πιθανὸν δ’ ἂν εἰή ἄνδρα θεοῖσ ἀνακείμενον καθαρωτέρᾳ διαίτῃ χρώμενον ἐπὶ μήκιστον βιῶναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기