호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρ´α οἱᾶ ποιεῖς, ὦ ἀλιτήριε Δᾶμι, μονονουχὶ τὰ ἕδη αὐτὰ τῶν θεῶν ἀνατρέπεις τῷ λόγῳ καὶ βωμοὺς αὐτῶν.? οὐ πάντας ἔγωγε τοὺς βωμούς, ὦ Τιμόκλεις. τί γὰρ καὶ δεινὸν ἀπ αὐτῶν γίγνεται, εἰ θυμιαμάτων καὶ εὐωδίας μεστοί εἰσι· τοὺς δὲ ἐν Ταύροις τῆς Ἀρτέμιδος ἡδέως ἂν ἐπεῖδον ἐκ βάθρων ἐπὶ κεφαλὴν ἀνατρεπομένους, ἐφ ὧν τοιαῦτα ἡ παρθένος εὐωχουμένη ἔχαιρεν. τουτὶ πόθεν ἡμῖν τὸ ἄμαχον κακὸν ἐπιχεῖ· ὡς δαιμόνων οὐδενὸς ἁνὴρ φείδεται, ἀλλ ἐξ ἁμάξης παρρησιάζεται καὶ μάρπτει ἑξείης, ὃς τ αἴτιος ὅς τε καὶ οὐκί. καὶ μὴν ὀλίγους ἄν, ὦ Ζεῦ, τοὺς ἀναιτίους εὑρ´οις ἐν ἡμῖν καί που τάχα προϊὼν ὁ ἄνθρωπος ἅψεται καὶ τῶν κορυφαίων τινός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기