- 텍스트

Lucian, Juppiter trageodeus, (no name) 39:

(루키아노스, Juppiter trageodeus, (no name) 39:)

ἐγὼ μὲν οὐκ οἶμαι καὶ ἄλλης ἐπὶ τούτοις δεῖν ἀποδείξεως.? ὅμως δ οὖν ἐρῶ: ἀπόκριναι γάρ μοι, Ὅμηρός σοι δοκεῖ ἄριστος ποιητὴς γενέσθαι· καὶ μάλα. οὐκοῦν ἐκεινῳ ἐπείσθην τὴν πρόνοιαν τῶν θεῶν ἐμφανίζοντι. ἀλλ, ὦ θαυμάσιε, ποιητὴν μὲν ἀγαθὸν Ὅμηρον γενέσθαι πάντες σοι συνομολογήσουσι, μάρτυρα δὲ ἀληθῆ περὶ τῶν τοιούτων οὔτ ἐκεῖνον οὔτε ἄλλον ποιητὴν οὐδένα: οὐ γὰρ ἀληθείας μέλει αὐτοῖς, οἶμαι, ἀλλὰ τοῦ κηλεῖν τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο μέτροις τε κατᾴδουσι καὶ μύθοις κατηχοῦσι καὶ ὅλως ἅπαντα ὑπὲρ τοῦ τερπνοῦ μηχανῶνται.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION