- 텍스트

Lucian, Juppiter trageodeus, (no name) 35:

(루키아노스, Juppiter trageodeus, (no name) 35:)

τί φής, ὦ ἱερόσυλε Δᾶμι, θεοὺς μὴ εἶναι μηδὲ προνοεῖν τῶν ἀνθρώπων·? οὔκ: ἀλλὰ σὺ πρότερος ἀπόκριναί μοι ᾧτινι λόγῳ ἐπείσθης εἶναι αὐτούς. οὐ μὲν οὖν, ἀλλὰ σύ, ὦ μιαρέ, ἀπόκριναι: οὐ μὲν οὖν, ἀλλὰ σύ. ταυτὶ μὲν παρὰ πολὺ ὁ ἡμέτερος ἄμεινον καὶ εὐφωνότερον τραχύνεται. εὖ γε, ὦ Τιμόκλεις, ἐπίχει τῶν βλασφημιῶν ἐν γὰρ τούτῳ σοι τὸ κράτος, ὡς τά γε ἄλλα ἰχθύν σε ἀποφανεῖ ἐπιστομίζων. ἀλλά, μὰ τὴν Ἀθηνᾶν, οὐκ ἂν ἀποκριναίμην σοι πρότερος. οὐκοῦν, ὦ Τιμόκλεις, ἐρώτα: ἐκράτησας γὰρ τοῦτό γε ὀμωμοκώς: ἀλλ ἄνευ τῶν βλασφημιῶν, εἰ δοκεῖ.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION