호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κέκλυτε μαντιπόλου τόδε θέσφατον Ἀπόλλωνος ἀμφ ἔριδος κρυερῆς, τὴν ἀνέρες ἐστήσαντο ὀξυβόαι, μύθοισι κορυσσόμενοι πυκινοῖσι.? πολλὰ γὰρ ἔνθα καὶ ἔνθα μόθου ἑτεραλκέϊ κλωγμῷ ταρφέος ἄκρα κόρυμβα καταπλήσσουσιν ἐχέτλης. ἀλλ ὅταν αἰγυπιὸς γαμψώνυχος ἀκρίδα μάρψῃ, δὴ τότε λοίσθιον ὀμβροφόροι κλάγξουσι κορῶναι. νίκη δ ἡμιόνων, ὁ δ ὄνος θοὰ τέκνα κορύψει. τί τοῦτο ἀνεκάγχασας, ὦ Μῶμε· καὶ μὴν οὐ γελοῖα τὰ ἐν ποσί: παῦσαι κακόδαιμον, ἀποπνιγήσῃ ὑπὸ τοῦ γέλωτος. καὶ πῶς δυνατόν, ὦ Ζεῦ, ἐφ οὕτω σαφεῖ καὶ προδήλῳ τῷ χρησμῷ· οὐκοῦν καὶ ἡμῖν ἤδη ἑρμηνεύοις ἂν αὐτὸν ὅ τι καὶ λέγει. πάνυ πρόδηλα, ὥστε οὐδὲν ἡμῖν Θεμιστοκλέους δεήσει: φησὶ γὰρ τὸ λόγιον οὑτωσὶ διαρρήδην γόητα μὲν εἶναι τοῦτον, ὑμᾶς δὲ ὄνους κανθηλίους νὴ Δία καὶ ἡμιόνους, τοὺς πιστεύοντας αὐτῷ, οὐδ ὅσον αἱ ἀκρίδες τὸν νοῦν ἔχοντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기