호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκοῦν ἤδη κήρυττε καὶ παρέστωσαν ἅπαντες:? ὀρθῶς γὰρ λέγεις. ἰδοὺ δὴ εἰς ἐκκλησίαν συνέλθετε οἱ θεοί: μη μέλλετε, συνέλθετε πάντες, ἥκετε, περὶ μεγάλων ἐκκλησιάσομεν. οὕτω ψιλά, ὦ Ἑρμῆ, καὶ ἁπλοϊκὰ καὶ πεζὰ κηρύττεις, καὶ ταῦτα ἐπὶ τοῖς μεγίστοις συγκαλῶν· ἀλλὰ πῶς γάρ, ὦ Ζεῦ, ἀξιοῖς· ὅπως ἀξιῶ· ἀποσέμνυνε, φημί, τὸ κήρυγμα μέτροις τισὶ καὶ μεγαλοφωνίᾳ ποιητικῇ, ὡς μᾶλλον συνέλθοιεν. . ναί. ἀλλ ἐποποιῶν, ὦ Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι: ὥστε διαφθερῶ τὸ κήρυγμα ἢ ὑπέρμετρα ἢ ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα. οὐκοῦν, ὦ Ἑρμῆ, τῶν Ὁμήρου ἐπῶν ἐγκαταμίγνυε τὰ πολλὰ τῷ κηρύγματι, οἷς ^ ἐκεῖνος ἡμᾶς συνεκάλει: μεμνῆσθαι δέ σε εἰκός. οὐ πάνυ μὲν οὕτω σαφῶς καὶ προχείρως: πειράσομαι δὲ ὅμως. μήτε τις οὖν θήλεια θεὸς . μήτε τις ἄρσην, μηδ αὖ τῶν ^ ποταμῶν μενέτω νόσφ Ὠκεανοῖο μηδέ τε νυμφάων, ἀλλ ἐς Διὸς ἔλθετε πάντες εἰς ἀγορήν, ὅσσοι τε κλυτὰς δαίνυσθ ἑκατόμβας, ὅσσοι τ αὖ μέσατοι ἢ ὕστατοι ἢ μάλα πάγχυ νώνυμνοι βωμοῖσι παρ ἀκνίσοισι κάθησθε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기