- 텍스트

Lucian, Juppiter trageodeus, (no name) 1:

(루키아노스, Juppiter trageodeus, (no name) 1:)

Ὠ Ζεῦ, τι σύννους κατὰ μόνας σαυτῷ λαλεῖς, ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμ ἔχων·? ἀγνοεῖν ἡμᾶς νομίζεις τὴν αἰτίαν τῆς λύπης ἥτις ἐστί σοι· ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων, μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας. ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη, τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν, ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς· οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ εἰπεῖν ἔπος, οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική, ἣν οὐκ ἰαμβείοις ὑπερπαίω δέκα. ^ Ἄπολλον, οἱοίς φροιμίοις ἄρχῃ λόγου· παγκάκιστα χθόνια γῆς παιδεύματα, σὺ τ, ὦ Προμηθεῦ, οἱᾶ` μ εἴργασαι κακὰ τί δ ἐστί· πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς. ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί ῥέξεις· Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION