호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί φής·? ἀπιστεῖς εἶναί τινας κολάσεις καὶ τιμάς, καὶ δικαστήριον ἔνθα δὴ ἐξετάζεται ὁ ἑκάστου βίος· ἀκούω τινὰ Μίνω Κρῆτα δικάζειν κάτω τὰ τοιαῦτα καί μοι ἀπόκριναί τι καὶ ὑπὲρ ἐκείνου: σὸς γὰρ υἱὸς εἶναι λέγεται. τί δὲ κἀκεῖνον ἐρωτᾷς, ὦ Κυνίσκε· τίνας κολάζει μάλιστα· τοὺς πονηροὺς δηλαδή, οἱο῀ν ἀνδροφόνους καὶ ἱεροσύλους. τίνας δὲ παρὰ τοὺς ἡρ´ωας ἀποπέμπει· τοὺς ἀγαθούς τε καὶ ὁσίους καὶ κατ ἀρετὴν βεβιωκότας. τίνος ἕνεκα, ὦ Ζεῦ· διότι οἱ μὲν τιμῆς, οἱ δὲ κολάσεως ἄξιοι. εἰ δέ τις ἀκούσιόν τι δεινὸν ἐργάσαιτο, κολάζεσθαι καὶ τοῦτον δικαιοῖ· οὐδαμῶς. %2οὐδ ἄρα εἴ τις ἄκων τι ἀγαθὸν ἔδρασεν, οὐδὲ τοῦτον τιμᾶν ἀξιώσειεν ἄν· οὐ γὰρ οὖν. οὐδένα τοίνυν, ὦ Ζεῦ, οὔτε τιμᾶν οὔτε κολάζειν αὐτῷ προσήκει. πῶς οὐδένα· ὅτι οὐδὲν ἑκόντες οἱ ἄνθρωποι ποιοῦμεν, ἀλλά τινι ἀνάγκῃ ἀφύκτῳ κεκελευσμένοι, εἴ γε ἀληθῆ ἐκεῖνά ἐστι τὰ ἔμπροσθεν ὡμολογημένα, ὡς ἡ Μοῖρα πάντων αἰτία: καὶ ἢν φονεύσῃ ^ τις, ἐκείνη ἐστὶν ἡ φονεύσασα, καὶ ἢν ἱεροσυλῇ, προστεταγμένον αὐτὸ δρᾷ. ὥστε εἴ γε τὰ δίκαια ὁ Μίνως δικάζειν μέλλοι, τὴν Εἱμαρμένην ἀντὶ τοῦ Σισύφου κολάσεται καὶ τὴν Μοῖραν ἀντὶ τοῦ Ταντάλου. τί γὰρ ἐκεῖνοι ἠδίκησαν πεισθέντες τοῖς ἐπιτάγμασιν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기