- 텍스트

Lucian, Juppiter confuatus, (no name) 1:

(루키아노스, Juppiter confuatus, (no name) 1:)

ἐγὼ δέ, ω Ζεῦ, τὰ μὲν τοιαῦτα οὑκ ἐνοχλήσω σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δ οὐ πάνυ ῥᾴδια παρασχεῖν ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα εὐχομένων αὐτῶν.? ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι. τί τοῦτό ἐστιν, ὦ Κυνίσκε· οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος. ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν. μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος: ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς. ἰδοὺ ταῦτα, ὦ Ζεῦ: ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα: εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ· καὶ πάνυ ἀληθῆ ταῦτα: οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION