- 텍스트

Lucian, Fugitivi, (no name) 33:

(루키아노스, Fugitivi, (no name) 33:)

σόν, ὦ Ἑρμῆ, δικάζειν τὸ μετὰ τοῦτο.? οὕτω μοι δοκεῖ, ταύτην μέν, ἵνα μηδὲν τέρας μηδὲ πολυκέφαλον τέκῃ, οἴχεσθαι παρὰ τὸν ἄνδρα ὀπίσω ἐς τὴν Ἑλλάδα, τὼ δύο δὲ τούτω δραπετίσκω παραδοθέντε τοῖν δεσπόταιν μανθάνειν ἃ πρὸ τοῦ, τὸν μὲν ἀποπλύνειν τὰς ῥυπώσας τῶν ὀθονῶν, τὸν Ληκυθίωνα, τὸν Μυρόπνουν δὲ αὖθις ἀκεῖσθαι τῶν ἱματίων τὰ διερρωγότα, μαλάχῃ γε πρότερον μαστιγωθέντε. ^ ἔπειτα καὶ τοῦτον παραδοθῆναι τοῖς πιττωταῖς, ὡς ἀπόλοιτο παρατιλλόμενος τὰ πρῶτα, ῥυπώσῃ προσέτι καὶ γυναικείᾳ τῇ πίττῃ, εἶτα ἐς τὸν Αἷμον ἀναχθέντα γυμνὸν ἐπὶ τῆς χιόνος μένειν συμπεποδισμένον τὼ πόδε. φεῦ τῶν κακῶν, ὀτοτοῖ, παππαπαιάξ. τί τοῦτο παρεντίθης τῶν τραγικῶν σου ^ διαλόγων· ἀλλ ἀκολούθει παρὰ τοὺς πιττωτὰς ἤδη, ἀποδυσάμενός γε πρότερον τὴν λεοντῆν, ὡς γνωσθῇς ὄνος ὤν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION