- 텍스트

Lucian, Fugitivi, (no name) 31:

(루키아노스, Fugitivi, (no name) 31:)

οἴμοι, γύναι, ὅσα πέπονθας ὑπὸ κυνῶν τοσούτων.? φασὶ δ αὐτὴν καὶ κυεῖν ἀπ αὐτῶν. θάρρει, Κέρβερόν τινα τέξεταί σοι ἢ Γηρυόνην, ὡς ἔχοι ὁ Ἡρακλῆς οὗτος αὖθις πόνον. ἀλλὰ καὶ προϊάσιν, ὥστε οὐδὲν δεῖ κόπτειν τὴν θύραν. ἔχω σε, ὦ Κάνθαρε. νῦν σιωπᾷς· φέρ ἴδωμεν ἅτινά σοι ἡ πήρα ἔχει, θέρμους ἴσως ἢ ἄρτου τρύφος. οὐ μὰ Δί, ἀλλὰ ζώνην χρυσίου. μὴ θαυμάσῃς: κυνικὸς γὰρ ἔφασκεν εἶναι τὸ πρόσθεν ἐπὶ τῆς Ἑλλάδος, ἐνταῦθα δὲ Χρυσίππειος ἀκριβῶς ἐστιν. τοιγαροῦν Κλεάνθην οὐκ εἰς μακρὰν αὐτὸν ὄψει: κρεμήσεται γὰρ ἀπὸ τοῦ πώγωνος οὕτω μιαρὸς ὤν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION