- 텍스트

Lucian, Fugitivi, (no name) 29:

(루키아노스, Fugitivi, (no name) 29:)

τίς δ οὗτος ἄλλος ὁ προσιών ἐστιν, ὦ Ἡράκλεις, ὁ καλός, ὁ τὴν κιθάραν·? Ὀρφεύς ἐστιν, σύμπλους ἐπὶ τῆς Ἀργοῦς ἐμός, ἥδιστος κελευστῶν ἁπάντων πρὸς γοῦν τὴν ᾠδὴν αὐτοῦ ἥκιστα ἐκάμνομεν ἐρέττοντες. χαῖρε, ὦ ἄριστε καὶ μουσικώτατε Ὀρφεῦ: οὐκ ἐπιλέλησαι γάρ που Ἡρακλέους. νὴ καὶ ὑμεῖς γε, ὦ Φιλοσοφία καὶ Ἡράκλεις καὶ Ἑρμῆ. ἀλλὰ καιρὸς ἀποδιδόναι τὰ μήνυτρα, ὡς ἔγωγε πάνυ σαφῶς ὃν ζητεῖτε οἶδα. οὐκοῦν δεῖξον, ὦ παῖ Καλλιόπης, ἔνθα ἐστὶν χρυσίου γάρ οὐδέν, οἶμαι, δέῃ σοφὸς ὤν. εὖ φής. ἐγὼ δὲ τὴν μὲν οἰκίαν δείξαιμ ἂν ὑμῖν ἔνθα οἰκεῖ, αὐτὸν δὲ οὐκ ἄν, ὡς μὴ κακῶς ἀκούοιμι πρὸς αὐτοῦ: μιαρὸς γάρ εἰς ὑπερβολὴν καὶ μόνον τοῦτο ἐκμεμελέτηκεν. δεῖξον μόνον. αὕτη πλησίον. ἐγὼ δὲ ἄπειμι ὑμῖν ἐκποδών, ὡς μηδ ἴδοιμι αὐτόν.?

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION